Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

συνειδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ λυσιμάχου, συναρπάσαντες οἱ μέν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον.

δι᾿ ἣν αἰτίαν πολλοὺς μέν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δέ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.

Περὶ δὲ τούτων ἐνέστη κρίσις ἐπὶ τὸν Μενέλαον.

καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας.

ἤδη δὲ λελιμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους, πρὸς τὸ πεῖσαι τὸν βασιλέα.

ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἰς τι περίστυλον ὡς ἀναψύχοντα τὸν βασιλέα μετέθηκεν.

καὶ τὸν μέν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι, τούτοις θάνατον ἀπέκρινεν.

ταχέως οὗν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες.

δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρεύσαντες τὰ πρὸς τὴν κηδίαν αὐτῶν μεγαλομερῶς ἐχορήγησαν.

ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.