Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ἰερεμίας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται·

καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῖ κυρίου, καὶ ἴνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις, βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον.

καὶ ἕτερα τοιαῦτα [*](V)[*](23 καταρχομενους V κατερχομενους Vᵃ | Ιωναθον Vᵃ τε 2°] δε V Νεεμειου A 24 Κυρς] + κε V ο ισχυρος] om ο V 25 παντοκρατωρ] pr ο V 26 του λαου] om του V 27 εθνεσι Vᵃ | επιδε V εφειδε A | συ] + ει V 29 ειπε Vᵃ Μωυσης V 31 εκελευσε Vᵃ καταχειν] κατεχειν V 33 εγενηθη] εγενετο V | om και 1° V διηγγελθη V εκρυψαν] απεκρυφαν V το υδωρ] om το V Nεεμειαν A τας θυσιας] τα της θ. V 35 οις] εχαρισατο V 36 Νεμιαν V* (Νεεμ. Vᵃ) Nεεμειαν A πολλοις] λοιποις V Νεφθαρ 2°] Nεφθαι V II 1—4 φητης οτι εκελευσεν...αυτω συν ακολουθειν in mgg et sup ras Aᵃ 1 μεταγομενους V 2 μεταγομενοις V | επιλαθονται V* (- θωντπι Vᵃ) αυτα] αυτας Aᵃ)

665
λέγων, παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν.

[*](A)

ἦν δὲ ἐν τῇ γραφῇ, ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν, ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν.

καὶ ἐλθὼν ὁ Ἱερεμίας εὗρεν οἶκον ἀντρώδη, καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ, καὶ τὴν θύραν ἐνέφραξεν·

καὶ προσελθόντες τινές τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδόν, καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν.

ὡς δὲ ὁ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστοι ὁ τόπος ἔσται, ἕως ἂν συνάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ, καὶ ἔλεος γένηται.

καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη, ὡς ἐπὶ Μωσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν, ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως.

διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ.

καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς Κύριον, καὶ κατέβη πῦρ ἐκ τοῖ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως Σαλωμὼν προσηύξατο πρὸς Κύριον, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα·

καὶ εἶπεν Μωσῆς Διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη.

ὡσαύς καὶ ὁ Σαλωμὼν τὰς ὀκτὼ ἡμέρας ἤγαγεν.

Ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτά, καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν βιβλία, καὶ τὰ τοῦ Δαυείδ, καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων.

ὡσαύτως δὲ καὶ Ἰούδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν ταῦτα, καὶ ἔστιν παρʼ ἡμῖν.

ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.

Μέλλοντες οὗν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλῶς οὗν ποιήσετε ἄγειν τὰς ἡμέρας.

ὁ δὲ θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ, καὶ ἀποδοὺς τὴν κληρονομίαν αὐτοῦ πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν,

καθὼς ἐπηγγείλατο [*](5 ο Ιερεμιας] om ο V + εις τον τοπον V 6 προσελθοντες] προσελθον (sic) V A εδυνηθησαν] ηδυνασθησαν V 7 Ιερεμειας A συναγη] συναγαγη V 8 αναδιξη A | ως 1°] + και V | Μωση] Μωυσεως V | ο Σαλωμων] Σολομων V 10 προσηυξατο 1°] ηυξατο V | εκ του ουρανου] εξ ουρανου V | ουτως] + και V | Σαλωμων] ο Σολομων V | om προς Κυριον (2°) V | ανηλωσεν] αναλωσε Va 12 Σολομων V | τας] μετα sup ras Aᵃ (τας A*) 13 Νεεμειαν A | τα αυτα] ταυτα V | βασιλεων 1°] + βιβλια V | om βιβλια V | Δαυιδ V | επιστολας] +δε V | αναθηματων V 14 Ιουδας] pr ο V | ταυτα] παντα V 16 ποιησετε] προησητε V | αγειν 2°] αγαγοντες V 17 om αυτου 2° V | πασι Vᵃ ιερευμα A* (ιερατ. A¹))

666
[*](A) διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ θεῷ, ὅτι ταχέως ἡμᾶς ἐλεήσει, καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλατο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν, καὶ τὸν τόπον ἐκαθέρισεν.

Τὰ δὲ κατὰ τὸν Ἰούδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμόν,

ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους,