Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ κυρίου προάγοντος αὐτούς, τὸ μέν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν·

τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη, καθεῖλαν.

καὶ τὸν νεὼ καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν· καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.

ταῦτα δὲ ποιήσαντες, ἡξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι παραπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετὰ ἐπιεικείας, μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι

ἐν ἧ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ οὐτοῦ μηνός, τοῦ Χασελεύ.

καὶ μετʼ εὐφροσύνης ἦγον ἡμέρας ὁκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἧσαν νεμόμενοι.

διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δε καὶ φοίνιας ἔχοντες, ηὐχαρίστουν τῷ εὐοδώσαντι καθαρίσαι τὸν ἑαυτοῦ τόπον.

ἐδογμάτισάν τε μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ἰουδαίων ἔθνει κατʼ ἐνιαυτὸν ἅγειν τὰς δεκάτας ἡμέρας.

Καὶτὰ μέν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν.

νυνὶ δὲ τὰ κατὰ τὸν ὕπατον Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτά, συντέμνοντες τὰ συνέχοντα τῶν πόλεων κακά.

οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν, ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν [*](29 παρεκομιζετο δε το σωμα] παρεκομιζε το σωμα V | ευλαβηθεις] διευλα- V βηθεις V X 1 Μακαβαῖος V* (Μακκ. Vᵃ) αυτω] τω bis scr A 2 τους δε κατα] τους κατα V* (τους δε κ. V¹) τεμενη] pr και τα V | καθειλον V 3 νεων V | om και 2° V θυσιαν V* (-ας V1 (vid)) 4 κοιλιας V | παρα- πεσειν] περιπεσειν V | μετα] μετ V | επιεικειας] + παιδευεσθαι V | μη] pr και V | εθνεσι V 5 του αυτου μηνος] του μηνος V* (αυτου superscr V1 (vid) | του Κασελευ] ο eστιν Xασ. V 6 ορεσι V | om εν 4° V 7 ηυχαρισ- τουν] υμνους ανεφερον V καθαρισαι] καθαρισθηναι V 8 τε] δι V | των Ιουδαιων] om των V | δεκατας] δεκα V 9 της] τες V* (vid) (της Vᵃ) |του προσαγορ.] om του V* (hab Vᵃ) 10 υπατον] Eυπατορα V | δηλωσωμεν Va(vid) om συνεχοντα V | ποιεων] πολεμων V 11 Κοιλης δε] κοινωνον V)

690
[*](A) πρώταρχον.

Πτολεμαῖιος γὰρ ὁ καλούμενος Μάκρων, τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ἰουδαίους διὰ τὴν γεγονυῖαν πρὸς αὐτοὺς ἀδικίαν, ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν.

ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα, καὶ προδότης παρʼ ἕκαστα ἀκούων, διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι, μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενναίσας, φαρμακεύσας ἑαυτὸν ἐξέλειπεν τὸν βίον.

Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων, ἐξενοτρόφει, καὶ παρʼ ἕκαστα πρὸς τοὺς ἰδίους ἐπολεμοτρόφει.

ὁμοῦ δὲ τούτων καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὁχυρωμάτων ὄντες, ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ἰεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν.

οἱ δὲ περὶ τὸν Μακκαβαῖον, ποιησάμενοι λιτανίαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ἀχυρώματα ὥρμησαν·

οἷς καὶ προσβαλόντες εὐρώστως, ἐνκρατεῖς ἐγένοντο τῶν τόπων, πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἡμύναντο, κατέσφαζόν τε τοὺς ἐνπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.

συνφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐννακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὗ μάλα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας,

ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους, ἀπολείπων Σίμωνα καὶ Ἰώσηπον, ἔτι δὲ Ζακχαῖονμ καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη.

οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες, εἴασάν τινας διαρρυῆναι.