Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὡς διεσάφισαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν· ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμίας ἐπιρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.

ὡς δὲ ἐγένετο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη, ὥστε θαυμάσαι πάντας.

προσευχὴν δὲ ἐποιήσαντο οἱ [*](12 παραταξαμένους V | εις] + γαρ V 13 om γαρ V | των πιρι] τω V περι (τω in fin lim) A 14 συνοικησων V 15 ιεμενου A 16 κεφα- λας] + αφελοντες V | παραριψ αντες] παρεριψαν V* παρερριψαν Vᵃ 18 δια- φεισαι A* (διασαφεισαι A¹) υμιν] ημιν A σκηνοπηγειας A Νεεμειας A: item 21 om τοτε V 19 τε] τοτε V εχοντος V] εχοντες A 20 απο] υπο V 21 διεσαφισαν] διδιεσαφησαν V*vid δε διεσαφ. Vᵃ | παχυ (-χυν A)]| ταχυ V αποβαψαντες A ανηνεχθη] απηνεχθη V 22 εγενετο] +τουτο V ο τε ηλιος] om τε A* (superscr A¹) αντελαμψεν V | επινεφης] pr προτερον V)

664
[*](A) ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ἰωνάθου τῶν τε λοιπῶν ἐπιφωνούντων, ὡς Νεεμίου.

ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ὁ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,

ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασώζων τὸν Ἰσραὴλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτούς, καὶ ἁγιάσας αὐτοὺς·

πρόσδεξαι τὴν θυσίαν ὑπέρ παντὸς τοῦ λαοῦ σου Ἰσραήλ, καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.

ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔφιδε· καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ ὁ θεὸς ἡμῶν.

βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανία·

καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωσῆς.

Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.

καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμίας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.

ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.

ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρῆγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη, ἀφʼ οὖ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰς θυσίας,

περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν, δοκιμάσας τὸ πρᾶγμα·

καὶ οἷς ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανεν, καὶ μετεδίδου.

προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο Νεφθάρ, ὁ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθάρ.