Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξεχώρησεν Ἰωναθὰν καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ εἰς Βεθβασὶ τὴν ἐν τῇ ἐρήμῳ, καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσεν αὐτήν.

καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλεν.

καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βεθβασί, καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.

καὶ ἀπέλειπεν Ἰωναθὰν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν χώραν. καὶ ἦλθεν ἀριθμῷ.

καὶ ἐπάταξεν Ὀδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσιν.

καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἐνεπύρισαν τὰς μηχανάς.

καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπʼ αὐτῶν, καὶ ἔθλιββον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.

καὶ ὠργίσθησαν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν, καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλούς, καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.

καὶ ἐπέγνω Ἰωναθάν, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις, τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.

καὶ ἀπεδέξατο, καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ἰούδα· καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.

καὶ κατέπαυσεν ῥομφαία [*](60 απηλθεν U+05D0* (απηρ. U+05D0c.ᵃ, c.ᵇ) απεστειλαν V λαθρα επιστολας U+05D0V | U+05D0V πασιν U+05D0 | συνμαχοις U+05D0 συλλαβουσιν U+05D0 συν αυτω] μετ αυτου U+05D0V | ηδυναντο U+05D0V om αυτοις U+05D0 επιβουλη V αυτων] αυτου U+05D0 61 συνελαβον] συνε βαλον U+05D0 | αρχηγων] αργιων U+05D0* ᵛⁱᵈ (αρχηγων U+05D0¹) om εις πεντηκοντα ανδρας U+05D0 | απεκτειναν V 62 εξεχωρησεν] + απ αυτων U+05D0 | Βαιθβαισσει U+05D0 Βαιθβασι V την] τη V εστερεωσαν U+05D0 64 Βαιθβασσει U+05D0V μηχανε incep U+05D0* νας U+05D0¹ 65 απελιπεν U+05D0 66 επεταξεν Vᵛⁱᵈ | Οριδομηρα U+05D0* (ι improb U+05D0?) Φασειρων U+05D0 Φαρισων V εξηρξατο] ηρξαντο U+05D0V ανεβαινον U+05D0 -νεν V 68 η εφ.] om η V καινη V 69 ωργισθησαν] ωργισθη εν U+05D0c.a ωργισθη V | εβου- λευσ το U+05D0 70 απεστειλεν] απεστιλαν U+05D0* (-λεν U+05D0c.a) om προς αυτον (1°) V αυτον 1⁰] αυτους U+05D0 71 απεδεξατο] επεδεξατο U+05D0 | αυτου 1⁰] αυτω U+05D0* (-του U+05D0c.a c.b) ωμοσαν U+05D0* (-σεν U+05D0c.a, c.ᵇ) 72 επεδωκαν U+05D0* (απ. U+05D0¹ nis fort c) απεδωκεν U+05D0c.a αιχμαλωτευσε | U+05D0* (ηχμ. U+05D0c.ᵇ) γης] της U+05D0)

632
[*](A) ἐξ Ἰσραήλ, καὶ ᾤκησεν Ἰωναθὰν ἐν Μαχμάς· καὶ ἤρξατο Ἰωναθὰν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ.