Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν, καὶ ἀπέστρεψαν εἰς τὸ ὄρος τοῦ Ἰορδάνου.

Καὶ ἤκουσεν Βακχίδης, καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαβββάτων ἕως τῶ, κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ.

καὶ εἶπεν Ἰωναθὰν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν· οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.

ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν· τὸ δὲ ὕδωρ τοῦ [*](31 Ιουδα V 33 Ασφαρ U+05D0V 34 Ιορδανου U+05D0V 35 Ναβατεους A | U+05D0V παραθεσθαι] pr του U+05D0V αυτους V αποσκευην αυτων] παρασκευην αυτου U+05D0 36 Αμβρει U+05D0 Ιαμβρει V εκ] pr οι U+05D0 (ιU+05D0* οι U+05D0¹) V 37 om δε U+05D0* (hab U+05D0c.ᵃ) απηγγειλαν] απηγγιλεν U+05D0 α 2⁰ evan in A αδελφω] incep ατω U+05D0* (αδ. U+05D0¹. c.a, c.ᵇ) Ιαμβρι U+05D0* (Αμβρι U+05D0c.a, c.b (vid) V Ναδαβαθ] Γαβαδαν U+05D0 Ναβαδαθ V 38 εμνησθησαν] + του αιματος U+05D0* (improb) U+05D0c.a⁽ᵛⁱᵈ⁾; postea repos) V αυτων] αυτου U+05D0* (-των U+05D0c.ᵃ) σκεπην] στεγην V 39 ιδον U+05D0V* (ειδ. Vᵃ) αποσκευη] pr η U+05D0V υπαντησιν U+05D0 40 απεκτινεν U+05D0* (-ναν U+05D0c.ᵃ) | επεσον U+05D0V σκευη] σκυλα U+05D0V αυτων] αυτου U+05D0* (-των U+05D0Vc.a) 42 εξεδικησεν U+05D0* (-σαν U+05D0c.ᵃ) αυτων] αυτου U+05D0* (-των U+05D0c.a) ορος] ελος U+05D0 43 κρηπινων U+05D0* (-πιδων U+05D0c.a) 44 αδελφοις αυτου] παρ αυτου U+05D0V | νυν] δη υπερ] περι U+05D0V χθες V 45 om ημων 1° U+05D0V om δε V* (superscr V¹))

630
[*](A) Ἰορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός. καὶ οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι.

νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.

καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ἰωναθὰν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπʼ αὐτοῦ εἰς τὰ ὀπίσω.

καὶ ἐνεπήδησεν Ἰωναθὰν καὶ οἱ μετʼ αὐτοῦ εἰς τὸν Ἰορδάνην, καὶ διεκολύμβησαν εἰς τὸ πέραν· καὶ οὐ διέβησαν ἐπʼ αὐτοὺς τὸν Ἰορδάνην.

καὶ διέπεσαν παρὰ Βακχίδα τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.

Καὶ ἀπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ἀχυρὰς ἐν τῇ Ἰουδαία, τὸ ὀχύρωμα τὸ ἐν Ἰεριχὼ καὶ τὴν Ἐμμαοὺμ καὶ τὴν Βεθωρὼν καὶ τὴν Βεθὴλ καὶ τὴν Θαμνάθα Φαραθὼν καὶ τὴν Τεφών, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς.

καὶ ἔθεντο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ.

καὶ ὠχύρωσαν τὴν πόλιν καὶ Βεθσούραν καὶ Γαζάραν καὶ τὴν ἄκραν, καὶ ἔθεντο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βραωμάτων.

καὶ ἔλαβον τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα, καὶ ἔθεντο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἰερουσαλὴμ ἐν φυλακῆ.

Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ, τῷ μηνὶ τῷ δευτέρῳ, ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας, καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν, καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.

ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη, καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.

καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῃ μετὰ βασάνου μεγάλης.

καὶ ἴδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψεν πρὸς τὸν βασιλέα, καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο.

Καὶ ἐβουλεύσαντο οἱ ἄνομοι πάντες λύγοντες Ἰδοὺ Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.

καὶ πορευθέντες συνεβουλεύσαντο [*](U+05D0V)[*](45 om και 5° U+05D0V | om του 2⁰ V 46 ουρανον] pr τον U+05D0V εχθρων] pr των U+05D0 | ημων] υμων U+05D0V 47 εξεκλιναν V* (-νεν V¹) 49 και διεπεσαν] κ. διεβησαν A επεσον δε U+05D0V Βααχχιδου U+05D0V (Βακχ.) χιλιους) ?? U+05D0* γ U+05D0c.a τρισχιλιους V 50 απεστρεψαν] επεστρεψεν U+05D0V ωκοδομησεν U+05D0c.a | πολις A εν 2⁰] πεμπτον V Αμμαους U+05D0* Αμμαουμ U+05D0c.a V Βαιθωρων U+05D0Vᵃ Βηθ.V* Βαιθηλ U+05D0Vᵃ Φαραθων…εν τειχεσιν] φασιν (sic) U+05D0* (Φαρ. κ την Τεφω εν τιχεσιν U+05D0c.ᵃ) Τεφω V πυλαις] θυροις (sic) U+05D0 51 εθετο U+05D0 φρουρας V αυταις U+05D0V 52 ωχυρωσεν U+05D0V και Βεθσ.] της Βεθσ. τ. εν Βαιθσουρα V Γαζαρα U+05D0V εθετο U+05D0V¹ (θετο V*) δυναμεις (-μις V*)] pr τας V 53 ελαβεν U+05D0V εθετο U+05D0V 54 τριτω κ. πεντ.] γ΄ και ν΄ U+05D0 εκατοστω V (ρ΄ U+05D0) ενατω A επαταξεν A Αλχιμος A 55 επληγη] pr και U+05D0 εδυνατο V (ῃδ. Va) 56 εκεινου AV μεγαλου U+05D0 57 ειδεν U+05D0V επεστρεψεν U+05D0V 58 παντες οι ανομοι U+05D0V om και 2⁰ U+05D0 | οι παρ] παντες οι μετ V | αξομεν] αναξον U+05D0 αναξομεν V* (-ξωμ. Vᵃ) συλληψ. V)

631
αὐτῷ.

καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς, [*](A) καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρα πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαία, ὅπως συλλάββωσιν τὸν Ἰωναθὰν καὶ τοὺς σὺν αὐτῷ· καὶ οὐκ ἠδύνατο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν.

καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτούς.