Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οὕτως ἐνυοήθητε κατὰ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτὸν οὐκ ἀσθενήσουσιν.

καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας.

σήμερον ἐπαρθήσεται, καὶ οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο.

[*](44 επαταξαντο U+05D0* (-ξαν U+05D0c.b) + ανδρας V | om και 3° A 45 εκυκλωσεν] U+05D0V εκελευσεν U+05D0 | υιοι] φιλοι U+05D0V om αυτων U+05D0 46 ευρον U+05D0 | οριοις] υιοις U+05D0 47 κατευωδ. Vᵃ αυτων] αυτου U+05D0* (-των U+05D0c.a) 48 om εκ χειρος (2°) U+05D0* (hab εκ χιρος U+05D0c.a) V βασιλεων] + αυτων U+05D0c.a 49 του Ματταθιου] om του U+05D0 | εστηρισθη U+05D0 50 om και 1° U+05D0V ημων] υμων U+05D0V 51 μνησθητε] pr και U+05D0V των πατερων ημων τα εργα] τα εργα των πατ. U+05D0V εποιησεν U+05D0* (-σαν U+05D0c.ᵃ) ταις γενεαις] pr εν U+05D0V δεξασθε] δεδοξασθαι V* (-σθε Vᵃ) |δοξαν 2⁰] ονομα U+05D0V 52 ουκ] ουχι U+05D0V εις δικαιοσυνην U+05D0V 54 διαθηκην ιεροσυνης αγιας] κληρον διαθηκης αιωνιας ιερωσυνης U+05D0 διαθηκην ιερ. αιωνιας V 56 μαρτυρασθαι U+05D0 | τη εκκλησια] pr εν U+05D0V τη εκκλησιας V γην κληρονομιαν] την κλ. U+05D0 γης κλ. V 57 αιωνιας] εις αιωνας U+05D0V 58 ζηλον νομου] νομον ζηλους U+05D0 | ανεληφθη V om ως U+05D0 εως V 60 ερρυσθη U+05D0 | λεοντος U+05D0 61 γενεαν] + και γενεαν U+05D0V 62 κοπριαν V 63 και 1⁰] + αυριον U+05D0V οτι] και U+05D0 | απωλετο] απολειται U+05D0 (-λιτ.) V)
602
[*](A)

καὶ ὑμεῖς, τέκνα, ἰσχύετε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.

καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν· αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα.

καὶ Ἰούδας ὁ Μακκαβαῖος αὐτός, ἰσχυρὸς ἐν δυνάμει αὐτὸς ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται εἰς ἄρχοντα στρατιᾶς· καὶ πολεμήσετε πόλεμον λαῶν.

καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου, καὶ ἐκδικησατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν.

ἀνταποδίδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν, καὶ προσέχετε εἰς προστάγματα τοῦ νόμου.

Καὶ ηὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.

καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσερακοστῷ καὶ ἑκατοστῷ ἔτει· καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεείν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν.