Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες Πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ, καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρυφοῖς.

τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἁσιδαίων, ἰσχυρᾷ δυνάμει ἀπὸ Ἰσραήλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ.

καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν [*](U+05D0V)[*](30 εσκληρυνθη] επληθυνθη V αυτους] + επληθυνθη U+05D0* + κ επληθ. U+05D0c.ᵃ 31 ανηγγελη] incep αναU+05D0* (ανηγγ. U+05D0¹) ταις δυναμεσιν] αι δυναμεις U+05D0 | πολις V ανδρες] pr οι U+05D0 | εντολην] βουλην U+05D0 | κρυφιους U+05D0V 32 καταλαβοντες αυτους] κατελαβοντο αυτους και U+05D0V παρενεβαλοντο U+05D0* παρενεβαλλον U+05D0c.b pr και U+05D0 | επ] προς U+05D0* (επ U+05D0c.ᵃ) συνεστειλαντο] συνεστησαντο U+05D0V 33 ειπον U+05D0V | ποιησατε] ποιησωμεν U+05D0* (-σαται U+05D0c.ᵃ) 34 ποιησωμεν A 35 ετα- χυνεν U+05D0 36 ουδε 1⁰] ου U+05D0 | κοφρους U+05D0* (κρυφους U+05D0c.a) κρυφιους V 37 οι παντες] om οι U+05D0V om εφ ημας U+05D0* (hab U+05D0c.ᵃ) 38 επ] προς U+05D0 | τω πολεμω] om τω U+05D0 | τοις σαββασιν] om τοις U+05D0* (hab U+05D0c.ᵃ) om χιλιων U+05D0* (hab U+05D0c.a) 39 εγνων V* om επ U+05D0 | om εως U+05D0 40 προς τον πλησιον] τω πλ. U+05D0V | ποιησομεν V* | εις] προς U+05D0V διωματων U+05D0* (δικαιωματων U+05D0c.ᵃ) | ολοθρευσουσιν ημας U+05D0V 41 τηνημεραν εκενην U+05D0 | προς] εφ U+05D0V πολεμησομεν V |καθως] ως U+05D0 | om απεθανον V κρυφιοις U+05D0V 42 συναγωγη Ασιδαιων (-δεων A) ισχυρα (-ραι A)] πασα συναγωγη Ιουδαιων ισχυροι U+05D0 συν. πασα] Ιουδ. οχυροι V)

601
προσετέθησαν αὐτοῖς, καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.

καὶ [*](A) συνεστήσαντο δύναμιν, καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν, καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.

καὶ ἐκύκλωσεν Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καθεῖλον τοὺς βωμοὺς αὐτῶν,

καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρεν ἐν ὁρίοις Ἰσραὴλ ἐν ἰσχύι.

καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν.

καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων, καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.

Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλέγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.

καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ, καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν.

μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα ἃ ἐποίησαν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ δόξαν αἰώνιον.

Ἀβραὰμ οὐκ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ δικαιοσύνη;

Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολήν, καὶ ἐγένετο κύριος Αἰγύπτου.

Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης ἁγίας.

Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ἰσραήλ.

Χαλὲβ ἐν τῷ ἐπιμαρτύρασθαι τῇ ἐκκλησίᾳ ἔλαβεν γῆν κληρονομίαν.

Δαυεὶδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας αἰωνίας.

Ἠλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη ὡς εἰς τὸν οὐρανόν.

Ἀνανίας, Ἀζαρίας. Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.

Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρύσθη ἐκ στόματος λεόντων.