Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ προδραμὼν ἀπήγγειλεν Ἰωάννῃ εἰς Γάζαρα, ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὅτι Ἀπέσταλκε καὶ σέ ἀποκτεῖναι.

καὶ ἀκούσας ἐξέστη σφόδρα, καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτόν· καὶ ἀπέκτεινεν αὐτούς, ἔγνω γὰρ ὅτι ἐζητοῦσαν αὐτὸν ἀπολέσαι.

Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ ὧν ἠνδραγάθησεν καὶ τῆς οἰκοδομῆς τῶν τειχέων ὧν ᾠκοδόμησεν καὶ τῶν πράξεων αὐτοῦ,

ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφʼ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ.