Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἀνέβη Ἰωάννης ἐκ Γαζάρων, καὶ ἀπήγγειλεν Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος.

καὶ ἐκάλεσεν [*](31 παραγιν. Vvid εκπολεμησωμε U+05D0 -σομιν V 32 ηφιλος] pr ο U+05D0V | U+05D0V βασιλεως 1°] βασιλευσαιU+05D0* (-λεως U+05D0c.a) | ιδεν V* | om και 5° U+05D0* (hab U+05D0c.a) εξισταντο U+05D0* (-στατο U+05D0c.a,c.b) | απηγγειλαν U+05D0* (-λεν U+05D0c.a) V αυτοις] αυτω U+05D0V 33 υπο] απο V 34 αντεχομεσθα A | om ημων και U+05D0V 35 Γαζαρηνων] Γαζαρων ων U+05D0V αιτεις αυται sup ras Va vid τη γη] την χωραν U+05D0 | εκατον] ρ΄ U+05D0 36 απηγγιλαν U+05D0* (-λεν U+05D0c.a) οργημεγαληU+05D0 38 Κενδεβεον A om | και ιππ. V 39 παρεμβαλειν V την Κεδρων (Καιδρ. A)] om την U+05D0 | οχυρωσαι] οικοδομησαι U+05D0 | πολεις] πυλας U+05D0V | om και 4° U+05D0 πολεμησωσιν U+05D0 πολεμηση V | εδιωκεν V* 40 Ιαμνιαν U+05D0V εκβασσευειν U+05D0* (ενβατευειν U+05D0c.a) 41 Κεδρων U+05D0*] Κεδρω A Χεβρων U+05D0c.a,c.b | εταξεν] απεταξεν U+05D0 απεστειλεν V | δυναμιν V | εξοδευσουσιν U+05D0 -σωσιν V* | καθα] pr και U+05D0* (improb U+05D0c.a) | αυτω ο βασιλευς] κ ο βασ. U+05D0* (improb. κ U+05D0¹) ο βασ. αυτω U+05D0c.a XVI 1 παταρι] αδελφω U+05D0* (πρι U+05D01) συνετελει Κενδεβαιος] συνετελεσεν ΔεβαιοςU+05D0* συνετελεσεν Κενδεβαιος U+05D0c.a συνετελεκεν Δεβ. V)

660
[*](A) Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ἰούδαν καὶ Ἰωάννην, καὶ εἶπεν αὐτοῖς Ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ἰσραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ἰσραὴλ πλεονάκις.

νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσθε ἀντʼ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου, καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπέρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἤτω μεθʼ ὑμῶν.

καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον, καὶ ἐκοιμήθησαν ἐν Μωδαείμ.

καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύοντο εἰς τὸ πεδίον· καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικοὶ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν.

καὶ παρενέβαλεν κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ· καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν, καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες, καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ.

καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα.

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτοῦ τραυματίαι πολλοί οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα.

τότε ἐτραυματίσθη Ἰούδας ὁ ἀδελφὸς Ἰωάννου· Ἰωάννης δέ κατεδίωξεν αὐτοὺς ἕως ἐλθεῖν εἰς Κεδρών, ἣν οἰκοδόμησεν.

καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τῷ ἀγρῷ Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί καὶ ἕπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας χιλίους, καὶ ἀπέστρεψεν εἰς τὴν Ἰουδαίαν μετʼ εἰρήνης.

Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ἰεριχώ, καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ·

ᾖν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως.

καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἠβουλήθη κατακρατῆσαι τῆς χώρας. καὶ ἐβουλεύετο δόλῳ κατὰ Σίμωνος καὶ κατὰ τῶν υἱῶν αὐτοῦ ἄραι αὐτούς.

Σίμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων [*](U+05D0V)[*](2 πολεμιους U+05D0* (ras ι U+05D0?) | ευωδ. Vᵃ 3 νυν] νυνι U+05D0* νυνει κ? | om υπερμαχειτεά (hab U+05D0c.a) | βοηθια V* | ητω] εστω U+05D0V 4 επελεξαν V | om εκ της χωρας V | Μωδαειμ] Μωδιν U+05D0*V Μωδεϊν U+05D0c.b 5 επορευθησαν U+05D0 | πεζικοι] βασιλικη U+05D0* πεζικη U+05D0¹ (βασ. uncis incl et improb) 6 παρενεβαλε U+05D0*Vᵃ (-len U+05D0c.aV) | αυτων] -του V*vid εδεν U+05D0V* ιδον V* διεπερασαν] διε- περασεν A αυτου 2⁰] αυτω U+05D0* (-του U+05D0c.a) 7 η] ην U+05D0 (ν postea ras) 8 σαλ- πιγξ.] pr ιεραις V ετροπωθησαν U+05D0* ετροπωδηκεν (sic) U+05D0c.a | Κενδεβαιος] Δαιβεος U+05D0 | αυτου 2⁰] ουτων U+05D0V 9 ελθειν] ηλθεν U+05D0V ωκοδομησεν 2° 10 τω αγρω] τοις αγροις U+05D0V επεσον U+05D0V χιλιους] δισχιλιους U+05D0V μετ] μετα U+05D0 11 Ιερειχω U+05D0 12 αρχ.] ιερεως V 13 εβουληθη U+05D0V om κατα 2° U+05D0V)

661
τὰς ἐπιμελίας αὐτῶν, καὶ κατέβη εἰς Ἰεριχῶ αὐτὸς καὶ Ματταθίας [*](A) καὶ Ἰούδας καὶ οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ· οὗτος ὁ μὴν Σαβάτ.

καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δὼκ μετὰ δόλου, ὃ ᾠκοδόμησεν, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν· καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας.

καὶ ὅτε ἐμεθύσθη Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ μετʼ αὐτοῦ, καὶ ἐλάβοσαν τὰ ὅπλα αὐτῶν, καὶ ἐπεισήλθοσαν τῷ Σίμωνι εἰς τὸ συμπόσιον, καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καί τινας τῶν παιδαρίων αὐτοῦ.

καὶ ἐποίησεν ἀθείαν μεγάλην, καὶ ἀνταπέδωκεν κακὰ ἀντὶ ἀγαθῶν.

καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος. καὶ ἀπέστειλεν τῷ βασιλεῖ ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν, καὶ παραδῷ τὴν Χώραν αὐτῶν καὶ τὰς πόλεις.

καὶ ἀπέστειλεν ἑτέρους εἰς Γάζαρα ἆραι τὸν Ἰωάννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα.

καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ἰερουσαλὴμ καὶ τὸ ὄρος τοῦ ἱεροῦ.