Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὅτι οἱ Ἰουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σίμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα, ἕως τοῦ ἀναστῆναι προφήτην πιστόν·

καὶ τοῦ εἶναι ἐπʼ αὐτῶν στρατηγόν, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν [*](32 επολεμησε U+05D0* (-σεν U+05D0c.a) Vᵃ | ωπλοδ, Vᵃ | τους ανδρας] pr αυτου U+05D0 U+05D0V 33 οχυρωσεν U+05D0V* | Βαιθσουραν U+05D0V | την επι] τη επι A* (superscr ν A¹) | το προτερον] των πρ. U+05D0* (το πρ. U+05D0c(c.b vid)) 34 Γαραζαν U+05D0* (Γαζαραν U+05D0c.a) | ωκουν U+05D0V | πολεμοι U+05D0* (-μιοι U+05D0c.a (vid) | om εκει 1° bis V | επιτηδεια] ην U+05D0V αυτοις] αυταις U+05D0V 35 om ειδεν ο λαος U+05D0* (hab ιδεν ο λ. U+05D0c.a) | πιστιν] | και πραξιν V | εθετo U+05D0 | αυτον πεποιηκεναι αυτον πανια ταυτα U+05D0 αυτ. πεπ. τ. π. V 36 ευωδ. Vᵃ | οι εποιησαν εαυτοις] εποιησεν αυτοις U+05D0* οι επ. αυτ. U+05D0c.a | ακρας A | επορευοντο U+05D0* (εξεπορ. U+05D0c.a) | εποιουν U+05D0V | αγνια U+05D0V 37 ασηφαλιαν U+05D0V* Ιερουσαλημ pr της U+05D0* (improb U+05D0c.a) V 38 αρχιεροσυνην U+05D0* (αρχίερωσ. U+05D0c.a) αρχι|ἱερωσ. ερωσ. (sic) A 40 ηκουσθη] ηκουσεν U+05D0V | προσηγορευται U+05D0* (-ρευνται U+05D01V) Ιουδαιοι] pr οι U+05D0V | οιαδελφοι] om οι U+05D0V απηντησεν V πρεσβυτεροις V Σιμων U+05D0* (-νος U+05D0c.a) 41 οιερεις A (sic) ηυδοκ. V ουτων] αυτω U+05D0* (.των U+05D0c.a) 42 επ αυτων] επ αυτω εν U+05D0* αυτων U+05D0¹ εαυτων U+05D0c(vid)+μωνα ηγουμενον U+05D0* (μωνα ηγ. improb U+05D01et postea))

656
[*](A) ἁγίων, καθιστάναι δι᾿ αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων·

καὶ ὅπως μέλη αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ.

καὶ οὐκ ἔξεστιν οὐδενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπʼ αὐτοῦ ῥηθησομένοις, καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ, καὶ περιβαλέσθαι πορφύραν καὶ ἐνπορποῦσθαι πόρπην χρυσῆν·

ὃ δʼ ἂν παρὰ ταῦτα ποιήσῃ ἡ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται.

καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σίμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους.

καὶ ἐπεδέξατο Σίμων, καὶ εὐδόκησεν ἀρχιερατεῦσαι καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων.

Καὶ τὴν γραφὴν ταύτην εἶπαν θέσθαι ἐν δέλτοις χαλκαῖς, καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ πιστῷ·

τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ.