Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν.

καὶ ἀναγραψάμενοι τὰ ὑπʼ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ [*](8 ξυλα] + αμα U+05D0 | τον καρπὸν] pr και U+05D0* (improb U+05D0c) 9 πλατειαις] U+05D0V εκκλησιαις U+05D0* (πλατιαις U+05D0c.a(et c.b vid)) αγαθων] + ӄ U+05D0c.a (postea ras) | | | | εκοι- νολογουντο U+05D0V δοξαν U+05D0 10 εχορηγησαν U+05D0 | εταξεν αυτας] εταξαν εαυτους U+05D0 | οχυρωσεως] οχυρωματω | U+05D0* (-ρωσεως U+05D0c.a,c.b) | ωνομασθη U+05D0V 11 εποι- ησεν] pr και U+05D0c.a | την ειρηνην] om την U+05D0V | ευφρανθη U+05D0V 12 om και την συκην αυτου U+05D0 | ο εκφοβων] om ο U+05D0* (hab U+05D0c.a) 13 εξελιπεν U+05D0 | om ουτων U+05D0V 14 εξεζητησαν U+05D0 15 om τα αγια εδοξασεν και επληθυνεν U+05D0 | τα σκευη] pr και U+05D0 16 ηκουσεν] ηκουσθη U+05D0V 17 Σειμων U+05D0 | αρχιερευς αντ αυτου U+05D0V και 1°] + αυτος U+05D0V | επικρ.] + εν εν αυτη V* (improb εν 2° Vᵃ) 18 om και 1° U+05D0V | την συμμαχιαν] om την U+05D0V bis scr φιλ. κ. συμμ. V* (improb 1° V¹) 19 εκκλησιας] pr της U+05D0V | εν Ιερ.] pr της V 20 Σιμων U+05D0* (Σιμωνι U+05D01 (fort) | ιερευσιν U+05D0V 21 πρεσβευται] πρεσβυ τεροι U+05D0V | οι αποσταλ.] om οι U+05D0*V* (hab U+05D0c.aV1) | υμων] ημων U+05D0* (υμ. U+05D0c.a) 22 αναγραφαμενοι] ανεγραψαμεν U+05D0V | Ιασωνος V | πρεσβυται U+05D0V)

654
[*](A) Ἰουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν·

καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως, καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδιγμένοις τῷ δήμῳ βιβλίοις, τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν· τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.

Μετὰ ταῦτα ἀπέστειλεν Σίμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων, εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν.

Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;

ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς Ἰσραὴλ ἀπʼ αὐτῶν. καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν, καὶ κατέγραψεν ἐν δέλτοις χαλκαῖς, καὶ ἔθεντο ἐν στήλῃ ἐν ὄρει Σιών.

καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς Ὀκτωκαιδεκάτῃ Ἐλούλ, ἔτους δευτέρου ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος τοῦ ἀρχιερέως,

ἐν Σαραμέλ, ἐπὶ συναγωγῆς μεγάλης τῶν ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν.

ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν Ἰωαρίβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἐαυτοὺς τῷ κινδύνῳ, καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν·

καὶ ἤθροισεν Ἰωναθὰν τὸ ἔθνος αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεύς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ·

καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν τοῦ ἐκτρίψαι τὴν χώραν αὐτῶν, καὶ ἐκτεῖναι τὰς χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν·

τότε ἀνέστη Σίμων, καὶ [*](U+05D0V)[*](22 ηλθον U+05D0V ημας 1°] υμας U+05D0* (ημ. U+05D0c.a) | ημας 2°] υμας U+05D0 23 επι- δεξασθαι] + τας φιλιας ӄ U+05D0c.a) | του μνημ. εχειν] το μνημ. εχ. U+05D0 | των Σπαρτ.] τον Σπ.U+05D0* (των Σπ. U+05D0c.a) | εγραψα U+05D0* (-ψα? U+05D0c) εγραψαμεν V 24 μετα] + δι U+05D0c.a | ολκης U+05D0c.a | χιλιων] σ΄ U+05D0* α΄ U+05D0c.a 25 Σιμωνι] + ται U+05D0* (τε U+05D0c.a postea improb U+05D0?) 26 εστηρισται U+05D0 | επολεμησεν U+05D0V | τους εχθρους] ους εχθρ sup ras A | Ιηλ· απ αυτων distinx A κατεγραψαν U+05D0V | χαλκοις U+05D0* (-καις U+05D0c.a,c.b) | στηλαις U+05D0V | ορεσι V 27 οκτωκαιδεκατω U+05D0c.a | om Ελουλ U+05D0 | δευτερου εβδομηκοστου κ. εκατοστου] β΄ και σ΄ και ρ΄ εβδ.] pr και V | om και 3° U+05D0 | τουτο] το U+05D0 | του αρχιερεως] αρχιερεως μεγαλου U+05D0V 28 Ασαραμελ U+05D0V των ιερεων] om των U+05D0 αρχιερεων V 20 εγενηθημεν U+05D0* (-θησαν U+05D0c.a) | υιος των υιων] υιος υιων ιερευς των υιων U+05D0V | Ιωαρειβ U+05D0V in Ιωαριβ rescr ι 2° A + δυο A εαυτους] αυτους U+05D0 | om αυτων 1° U+05D0 30 om και ηθροισεν Ιωναθαν το εθνος ευτωνU+05D0 | ουτων] αυτου V | αυτοις] αυτων V 31 om του εκτριφαι την χωραν αυτων U+05D0* (hab U+05D0c.a) V | την χωραν 2°] pr εις A εκκλιναι U+05D0* (εκτιναι U+05D0c.a) | τας χειρας] om τας U+05D0 32 αντεστη U+05D0V)

655
ἐπολέμησεν περὶ τοῦ ἔθνους αὐτοῦ, καὶ ἐδαπάνησεν χρήματα πολλὰ [*](A) τῶν ἑαυτοῦ, καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς ὀψώνια·

καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ἰουδαίας καὶ τὴν Βεθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ἰουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ἰουδαίους·

καὶ Ἰόππην ὠχύρωσεν τὴν ἐπὶ τῆς θαλάσσης, καὶ τὴν Γαζάραν τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾠκοῦσαν οἱ πολέμιοι τὸ πρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ Ἰουδαίους, καὶ ὅσα ἐπιτήδεια πρὸς τῇ τούτων ἐπανορθώσει ἔθετο ἐν αὐτοῖς.

καὶ εἶδεν ὁ λαὸς τὴν πίστιν τοῦ Σίμωνος καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα, διὰ τὸ πεποιηκέναι αὐτὸν ταῦτα πάντα, καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν ἣν συνετήρησεν τῷ ἔθνει αὐτοῦ, καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ.

καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ, τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν, καὶ τοὺς ἐν τῇ πόλει Δαυεὶδ τοὺς ἐν Ἰερουσαλὴμ οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν ἐξ ἧς ἐξεπορεύοντο, καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων, καὶ ἐποιοῦσαν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ·

καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ἰουδαίους, καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως, καὶ ὕψωσεν τὰ τείχη Ἰερουσαλήμ.

καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα,

καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ, καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ·

ἠκούσθη γὰρ ὅτι προσαγορεύονται Ἰουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ οἱ ἀδελφοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως·