Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρεσβευτὰς καὶ κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν [*](6 om περι 3° U+05D0V των τεκνων ημων] τεκν. υμων U+05D0V συνηχθησαν] U+05D0V incep συνε U+05D0* (συνηχθ. U+05D0c.a,c.b) 7 αυτου] αμα του U+05D0V 8 Ιωδου A Ιουδα V Ιωναθαν Vᵃ; item 14 9 om ημων V εαν] αν U+05D0V 10 εταχυναν V + αυτου V | οχυρωσεν (οχ sup ras Aᵃ?)] ωχυρωσεν U+05D0V κυκλω V 11 μετ αυτου] συν αυτω V Ιοππη A εν αυτη οντας] οντας εκει U+05D0V om εκει U+05D0* (hab U+05D0c.a) V om εν 2° V 12 εισελθειν] ελθειν U+05D0V 13 Αδειωαις U+05D0* (Αδειδ. U+05D0c.a) Αδιμοις V 14 om εις U+05D0V 15 αδελφος] pr ο U+05D0Vvid συνειχομεν U+05D0 16 νυν] ν 1° sup ras Aa ταλ. ρ΄ U+05D0 ταλ. εκατον V αποστατηση U+05D0Va -σει V* 17 εγνω] pr ουκ V | πεμπει] + του λαβειν U+05D0V om και 4° U+05D0V 18 επεστειλα U+05D0* (απεστ. U+05D0c.a,c.b) 18 19 om απωλετο και απεστειλεν τα παιδαρια U+05D0 19 εκατον] ρ΄ U+05D0 20 Τρυφων] + νυν U+05D0* (improb U+05D0c.a) πολιν] χωραν U+05D0V | εκυκλωσαν U+05D0V αντιπαρηγαγεν U+05D0 | ου] + αν U+05D0V 21 απεστελλον] + προς Τρυφωνα U+05D0V om και 1° U+05D0)

650
[*](A) πρὸς αὐτὸν διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς.

καὶ ἡτοίμασεν Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν· καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἤν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθεν διὰ τὴν χιόνα· καὶ ἀπῆρεν καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν.

ὡς δὲ ἤγγισεν τῆς Βασκαμά, ἀπέκτεινεν τὸν Ἰωναθάν, καὶ ἐτάφη ἐκεῖ

καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

Καὶ ἀπέστειλεν Σίμων, καὶ ἔλαβεν τὰ ὀστᾶ Ἰωναθὰν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔθαψεν αὐτὸν ἐν Μωδεείμ πόλει τῶν πατέρων αὐτοῦ.

καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς.

καὶ ᾠκοδόμησεν Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξυστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν.

καὶ ἔστησεν ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τέσσαρσιν ἀδελφοῖς.

καὶ ταύταις ἐποίησεν μηχανήματα περιθεὶς στύλους μεγάλους, καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον, καὶ παρὰ ὁ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα, εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν.

οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεεὶμ ἕως τῆς ἡμέρας ταύτης.

Ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου, καὶ ἀπέκτεινεν αὐτόν,

καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας, καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς.

Καὶ ᾠκοδόμησεν Σίμων τὸ ὀχύρωμα τῆς Ἰουδαίας, καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύργοις καὶ πύλαις καὶ μοχλοῖς, καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασιν.

καὶ ἐπελέξατο Σίμων ἄνδρας, καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπάσαι.

καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους, καὶ ἀπεκρίθη αὐτῷ, καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην

Βασιλεὺς Δημήτριος Σίμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων [*](U+05D0V)[*](21 αυτον 2°] αυτους U+05D0V 22 om και 3° V την χιονα] τον χ. U+05D0* (την χ. U+05D0c.b) Γαλααδειτιν U+05D0 23 om εκει U+05D0 24 επεστρεψεν (απ. V)] + εκει U+05D0 | γην αυτου] αυτου οικιον U+05D0* (γην αυτ. U+05D0c.a) 25 Μωδεν U+05D0 -διν V 27 ξεστω U+05D0 εκ των οπισθεν και εκ των εμπροσθεν] εκ των εμπρ. και οπ, U+05D0 εκ των οπ. και εκ των οπ. (sic) A εκ τ. οπ. κ. εμπρ. V 28 μια U+05D0 | και τεσσαρσιν] ӄ τοις U+05D0* ӄ τοις τεσσαρσιν U+05D0c.a V 29 ταυταις] ταυτα U+05D0 | πανοπλιαν U+05D0 | πλοια] ποια A ενγεγλυμμενα U+05D0V om των πλεοντων V 20 Μωδεν U+05D0V (-διν) 33 το οχυρωμα] τα οχυρωματα U+05D0V Ιουδαιας] Ιδουμαιας U+05D0* (Ιουδ. U+05D0c.a) om και πυργοις U+05D0V | πυλοις (sic) V 34 επελεξεν U+05D0V ησαν aρπασοι] αρπαγαι U+05D0* ησ. αρπαγ. U+05D0c.aV 36 αρχ.] pr τω V)

651
καὶ πρεσβυτέροις καὶ ἔθνει Ἰουδαίων χαίρειν.

τὸν στέφανον τὸν [*](A) χρυσοῦν, καὶ τὴν βάιν ἣν ἀπεστείλατε, κεκομίσμεθα, καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑυῖν εἰρήνην μεγάλην, καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφεῖναι ὑμῖν ἀφέματα.

καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς ἕστηκεν, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήσατε, ὑπαρχέτω ὑμῖν.

ἀφίεμεν δέ ὑμῖν ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας, καὶ τὸν στέφανον ὃν ὠφείλετε· καὶ εἵ τι ἄλλο ἐτελωνεῖτο ἐν Ἰερουσαλήμ, μηκέτι τελωνείσθω·

καὶ εἵ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐνγραφέσθωσαν, καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη.