Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἤκουσεν Σίμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα τοῦ ἐκτρίψαι αὐτὴν.

καὶ εἶδεν τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος καὶ ἔκφοβος, καὶ ἀνέβη εἰς Ἰερουσαλὴμ καὶ ἤθροισεν τὸν λαόν·

καὶ παρεκάλεσεν αὐτούς, καὶ εἶπεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχαωρίας.

τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ἰσραήλ, καὶ κατελείφθην ἐγὼ μόνος.

καὶ νῦν μὴ μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως· οὐ γάρ εἰμι κρείσσων [*](U+05D0V)[*](46 εξαπεστιλας U+05D0* (-λεν U+05D0c.a) δυναμεις (-μις U+05D0)] + Ιωναθαν U+05D0c.a και 3°] αι U+05D0* (και U+05D0c.a) 47 κατελιπεν U+05D0 εαυτου] εαυτους A ως δισχιλιους] ӄ ως ανδρας χιλιους U+05D0* (δισχ. U+05D01) ως] ων V τη Γαλιλαια] om τη U+05D0* (hab U+05D0c.a) 48 Πτολεμαιδαν U+05D0 | απεκλεισαν] incep απεκλισε U+05D0* (-σαν U+05D0¹) | Πτο- λεμαις U+05D0V* συνεισελθοντας U+05D0 | μετ αυτου] αυτου U+05D0* αυτω U+05D01 | απεκτινον U+05D0* (-ναν U+05D0c.a(vid)) 49 ιππον] pr spat 1 lit A? (fort incep ε A*) εις 2°] καιU+05D0V παρα] απο V Ιωναθαν U+05D0Vᵃ 50 και 1°] pr ους U+05D0 | επεγν.] pr ουκ V οτι] οτε δε U+05D0 | συνεστρεμμενοι A 51 ειδον U+05D0V αυτοις εστιν V 52 επενθησε Vᵃ Ισραηλ] pr πας U+05D0V 53 εζητησε U+05D0* (-σαν U+05D0c.a) | ειπον U+05D0V om ανδρα U+05D0V | εξαρωμεν U+05D0V XXIII 1 Τρυφων] incep σ U+05D0* (Τρ. U+05D0¹) του εκτριψαι] και εκτρ. U+05D0V 2 ιδεν V* ειδε Vᵃ εντρομος εστιν U+05D0V | om εις U+05D0* (hab U+05D0c.a) 3 ειπον A*fort οικος] pr ο U+05D0V εποιησαμεν] pr παντες U+05D0V περι] χαριν U+05D0V om και 6° U+05D0* (hab U+05D0c.a) V om και τας στενοχωριας U+05D0* hab U+05D0c) V +ας ιδομεν U+05D0c.b 4 τουτου] ων καιτ U+05D0V παντες οι αδελφοιμου U+05D0V)

649
τῶν ἀδελφῶν μου.

πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ [*](A) τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρίψαι ἡμᾶς ἔχθρας χάριν.

καὶ ἀνεζωπύρισεν τὸ πνεῦμα τοῦ λαοῦ αὐτοῦ ἀκοῦσαι τῶν λόγων τούτων·

καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τοῦ ἀδελφοῦ σου·

πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα ὅσα ἐὰν εἴπῃς ἡμῖν ποιήσομεν.

καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστάς, καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὀχύρωσεν αὐτὴν κυκλόθεν.

καὶ ἀπέστειλεν Ἰωναθὰν τὸν τοῦ Ἀψαλώμου καὶ μετʼ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ἰόππην, καὶ ἐξέβαλεν τοὺς ἐν αὐτῇ ὄντας, καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ.

Καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν Ἰούδα, καὶ Ἰωναθὰν μετʼ αὐτοῦ ἐν φυλακῇ·

Σίμων δὲ παρενέβαλεν ἐν Ἀδίδοις κατὰ προσώπου τοῦ πεδίου.

καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ Ἰωνάθου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει εἰς πόλεμον· καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις, λέγων

Περὶ ἀργυρίου οὗ ὥφειλεν Ἰωναθὰν ἀδελφός σου εἰς τὸ βασιλικόν, δι᾿ ἃς εἶχεν χρείας. συνέχομεν αὐτόν.

καὶ νῦν ἀπόστειλον ἀργυρίου ἑκατὸν τάλαντα καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσει ἀφʼ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν.

καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν, καὶ πέμπει τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ μὴ ποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαόν,

λέγοντες Ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παι- δάρια, ἀπώλετο·

καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα· καὶ διεψεύσατο, καὶ οὐκ ἀφῆκεν τὸν Ἰωναθάν.

καὶ μετὰ ταῦτα ἦλθεν Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν πόλιν καὶ ἐκτρίψαι αὐτήν, καὶ ἐκύλωσεν ὁδὸν τὴν εἰς Ἀδωρά· καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἐπορεύετο.