Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἴδεν Ἰωναθὰν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας, καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεῶσαι τὴν πρὸς αὐτοὺς φιλίαν·

καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ ταὐτά.

καὶ ἐπορεύθησαν εἰς Ρώμην, καὶ ἐπορεύθησαν εἰς τὸ βουλευτήριον, καὶ εἶπαν Ἰωναθὰν ὁ ἀρχιερεὺς καὶ τὸ [*](U+05D0V)[*](62 om την χωραν V 63 Κεδες V 64 συνη τησαν εαυτοις U+05D0* (συνηντη- σεν αυτ. U+05D0c.a) τον δι αδελφον αυτου Σιμωνα κατελειπεν] και κατελιπεν τον αδ. αυτ. Σιμ. 65 Σιμωνα V* εν] επι U+05D0V Βαιθσ. V 66 ηξιωσεν V δεξιαν U+05D0*V (δεξιας U+05D0c.a) 67 παρενεβαλον] pr και U+05D0 | om του Γενν. V Γεννησαι U+05D0* (Γεννησαρ U+05D0c.a,c.b) Νασωρ Ασωρ U+05D0 68 παρεμβολη] pr η U+05D0V εξεβαλεν U+05D0* (εξεβαλον U+05D0c.a) V αυτον] αυτοις V | απηντησαν παριστηκισαν U+05D0 69 ανεστησαν V εαυτων] αυτων U+05D0V om και εφυγον U+05D0* (hab U+05D0c.a) Ιωναθαν U+05D0 70 ο του Aφαλωμου] του ψαλμωδου U+05D0 | Χαλφει] Καφει U+05D0 72 επεστρεψεν] υπεστρεφον U+05D0* υπεστρεψ εν U+05D0c.a V 73 ειδον U+05D0Vᵃ φευγοντες U+05D0 | προς] επ U+05D0V εδιωκαν U+05D0 | Κεδες U+05D0V 74 om εν V om ανδρας V X II 1 ειδεν U+05D0V ο καιρος] om ο V αυτω] αυτων U+05D0* (-τωω U+05D01 (fort).c.a,c.b) | επελεξατο U+05D0V ανανεωσασθαι U+05D0V 2 τοπους] pr εις U+05D0 | απεστ.] pr και V 3 επορευθησαν 2°] εισηλθον U+05D0V ειπον U+05D0V)

645
ἔθνος τῶν Ἰουδαίων ἀπέστειλαν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν [*](A) αὐτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον.

καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ἰούδα μετ᾿ εἰρήνης.

καὶ τοῦτο ἀντίγραφον τῶν ἐπιστολῶν ὦν ἔγραψεν Ἰωναθὰν τοῖς Σπαρτιάταις

Ἰωναθὰν ἀρχιερεὺς τοῦ ἔθνους καὶ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν.

ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ὀνίαν τὸν ἀρχιερέα, παρὰ δʼ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν, ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται.

καὶ ἐπεδέξατο Ὀνίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως, καὶ ἔλαβεν τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας.

καὶ ἡμεῖς οὗν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν,

ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι, πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφʼ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς.

ἡμεῖς οὗν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμῶν, ἐφʼ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν.

εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν.

ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν.

οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν καὶ τοὺς λοιποὺς συμμάχους καὶ φίλους ἡμῶν ἐν τοῖς πολέμοις τούτοις.

ἔχομεν γὰρ τὴν ἐξ οὐρανῶν βοηθίαν βοηθοῦσαν ἡμῖν, καὶ ἐρύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν.

ἐπελέξαμεν οὗν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος, καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον.

ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν.

καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα.

Καὶ τοῦτο τὸ [*](3 απεστιλεν U+05D0 | αυτοις] εαυτοις U+05D0V 5 αντιγραφον] pr το U+05D0V τοι- U+05D0V σπαρτιαταις A 6 αρχ.] pr ο V και η γερουσια του εθνους U+05D0V | Σπαρ- τιαταις] Σπαρτιαις A 7 ετι] επι (? επει) U+05D0c.a αρχιερεαν Δαριου (? δ Αριου U+05D0ΑV* ως] ω U+05D0* (ως U+05D0c.a) 8 απεδεξατο U+05D0c.a) Ονιας] pr ο U+05D0 | διε- σαφησατο V 9 om και U+05D0 | om τα 3⁰ V 11 εν 2°] + τεU+05D0 om εν 3ι° U+05D0 | μνησκομεθα U+05D0 | υμῶν] ημων V θυσιαν U+05D0V 13 om πολλαι θλ. κ. πολ. V 14 εβουλ. V παρενοχλησαι U+05D0V 15 ουρανου U+05D0 | βοηθειαν V ερρυσθημεν U+05D0Vᵃ om ημων 1° U+05D0V¹ (repos V¹?a?) 16 Ιασωνος V 17 υμιν] ημιν V 18 ποιhσετε (U+05D0V -ται)] εποιησατε A)

646
[*](A) ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ὀνείᾳ

Ἄρης βασιλεὺς Σπαρτιατῶν Ὀνείᾳ ἱερεῖ μεγάλῳ χαίρειν.