Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἀπέστειλεν Ἰωναθὰν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ἰερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν Ἰσραήλ.

καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ἰωναθὰν λέγων Οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλ᾿ ἢ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω.

νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας ἡμῖν ἄνδρας οἳ συμμαχήσουσίν μοι, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου.

καὶ ἀπέστειλεν Ἰωναθὰν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῶν εἰς Ἀντιοχίαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέι, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν.

καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἄνδρας δώδεκα μυριάδας, καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα.

καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους δῆς πόλεως, καὶ ἤρξαντο ἐκπολεμεῖν.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ἰουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα· καὶ διεσπάρησαν ἐν τῇ πόλει· καὶ ἀπέκτειναν ἐν τῇ πόλει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα.

καὶ ἐνεπύρισαν τὴν πόλιν, καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἔσωσαν τὸν βασιλέα.

καὶ ἴδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ἰουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν, καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα [*](U+05D0V)[*](39 ειδεν U+05D0V | Σινμαλκουη] Ιμαλκουε U+05D0V | ετρεφεν] ετρεψεν U+05D0* (εθρεψεν U+05D01,c.b) | τον Αντιοχον] om τον U+05D0V | το του Αλεξ.] τον του Αλεξ. U+05D0V 40 om οπως παραδοι αυτον αυτω U+05D0 | παραθω V | βασιλευσει V* (-ση Vᵃ) | απηγγει- λεν U+05D0V | οσα] α V συνετελεσεν] συνετασσεν U+05D0V | Δημητριος] pr ο U+05D0V 42 Δημητριος] + ο U+05D0* (improb U+05D01.c) | ταυτα μονον U+05D0V | αλλα U+05D0* (αλλ η U+05D0c.a) | δοξη U+05D0c.a) | εαν] αν U+05D0V 43 αποστελλων V | ημιν] μοι U+05D0V 44 τρισχιλιους] ?? U+05D0* γ΄ U+05D0c.a αυτων 1°] αυτω U+05D0V | Αντιοχειαν V | ηλθo U+05D0V | ευφρ. V 45 εκ] απο U+05D0V | om εις 2° A | ανδρων U+05D0V 46 πολεως 1°] οικιας U+05D0 | εκπολεμειο] πολεμειν U+05D0V 47 επεσυνηχθ. V | παντες προς αυτο | U+05D0 om V om εν τη πολει (2°) U+05D0V | 48 ελαβον U+05D0V om εν V 49 ειδον U+05D0V | om ως ηβουλοντο U+05D0* (hab ως εβουλοντο U+05D0c.aV) | εκεκραξαν] Σκρατησαν U+05D0* εκραξαν U+05D0c.a)

643
μετὰ δεήσεως, λέγοντες

Δὸς ἡμῖν δεξιάς, καὶ παυσάσθωσαν οἱ [*](A) Ἰουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν.

καὶ ἔριψαν τὰ ὅπλα, καὶ ἐποίησαν εἰρήνην· καὶ ἐδοξάσθησαν οἱ Ἰουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλειᾳ αὐτοῦ· καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλὴμ ἔχοντες σκῦλα πολλά.

καὶ ἐκάθισεν ὁ βασιλεὺς Δημήτριος ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ·

καὶ ἐψεύσατο πάντα ὅσα εἶπεν, καὶ ἠλλοτριώθη τῷ Ἰωναθὰν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιψεν αὐτὸν σφόδρα.

Μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετʼ αὐτοῦ, παιδάριον νεώτερον· καὶ ἐβασίλευσεν, καὶ ἐπέθετο διάδημα.

καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ἃς ἀπεσκοράκισεν Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγεν καὶ ἐτροπώθη·

καὶ ἔλαβεν Τρύφων τὰ θηρία, καὶ κατεκράτησεν Ἀντιοχίας.

καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ἰωνάθα λέγων Ἵστημί σοι τὴν ἀρχιερωσύνην, καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶον, καὶ εἶυαί σε τῶν φίλων τοῦ βασιλέως.

καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν.

καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Ἰύρου ἔως τῶν ὁρίων Αἰγύπτου.

καὶ ἐξῆλθεν Ἰωναθάν, καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν, καὶ ἡθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν· καὶ ἦλθεν εἰς Ἀσκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως.