Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος [*](A) ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ πλοῖα πολλά· καὶ ἐζήτησεν κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ, καὶ προσθεῖναι αὐτὴν τῆ βασιλείᾳ αὐτοῦ.

καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς. καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων, καὶ συνήντων αὐτῷ, ὅτι ἐντολή ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾷν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι.

ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαίδος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει.

ὡς δὲ ἤγγισεν Ἀζώτου,. ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐνεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα, καὶ τοὺς ἐνπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ, ἐποίησαν γὰρ θιμωνιὰς. αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ.

καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ἰωναθάν, εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς.

καὶ συνήντησεν Ἰωναθὰν τῷ βασιλεῖ εἰς Ἰόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους, καὶ ἐκοιμήθησαν ἐκεῖ.

καὶ ἐπορεύθη Ἰωναθὰν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλήμ.

ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκίας τῆς παραθαλασσίας, καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς.

καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον βασιλέα, λέγων Δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν ἔχει Ἀλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου·

μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησεν γὰρ ἀποκτεῖναί με.

καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ.

καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα, ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ, καὶ ἠλλοιώθη τὸ πρόσωπον Ἀλεξάνδρου, καὶ ἐφάνη ἔχθρα [*](XI 1 ο βασιλευς] om ο U+05D0V δυναμις U+05D0* (-μεις U+05D0c.b) A πολλα V* (-λας U+05D0V Vᵃ) ως η] ως ει Vᵃ η παρα] om η U+05D0* (hab U+05D0c.a) εζητησεν λατακρατησαι] εζητησε και κατεκρατησεU+05D0* (εζητησε κατακρατησε U+05D0c.ᵃ) 2 λογοις ειρηνικοις] λεγων λογους ιρηνικους U+05D0 | των ποιεων] της πολεως U+05D0 | συνηντου U+05D0 | εντολη ην] εντολην A* (-λη ην A¹) τον V* (το Vᵃ) 3 εισεπορευοντο V |Πτολε- μαιδος] Πτολεμαιος U+05D0* c.b (vid) (Πτολεμαιδ. U+05D0c.a) απετασσε V δυναμις A φρουραν] φρουρειν U+05D0c.b (-ριν) V 4 ηγγισεν] ηγγεισαν U+05D0 | Ατωτω Vᵃ |ενε- πυρισμενον] ενπεπυρισμενον U+05D0* V εμπ. Vᵃ περιπολεια A τα σωματα] om τα U+05D0 | εριμμ. V | ενπεπυρισμενους ους (-νους νους A* νους ους Α1?)] εμπεπ. ους U+05D0Vᵃ θειμωνιας U+05D0 θημ. Vᵃ 5 ψογισαι] ψεξαι U+05D0 6 Ιωππ. Vᵃ 7 μετα του U+05D0V] μετ αυτου A 8 ο δε Πτολεμαιος ο βασιλευς U+05D0 | Πτολεμεος A : item 13, 15, 16, 18 | της παραλ.] pr εως V παραλιου U+05D0 | Σελευκειας Va 9 βασιλεα] pr τον U+05D0 | θυγατεραν U+05D0 | ειχεν U+05D0* (εχει U+05D0c.a et ut vid c.b) V om και 3⁰ U+05D0* (hab U+05D0c.a) της βασιλειας] τη βασιλεια A* ᵛⁱᵈ (της βασιλειας A¹) την βασιλειαν U+05D0 10 μεταμεμελημαι γαρ] μετα γαρ εμε U+05D0* (μεταμεμελημε γαρ U+05D0c.a) 11 εψο- γισεν] εψεξ | U+05D0* (εφσγ. U+05D0c.a) βασιλιας U+05D0 12 τω Δημ.] om τω U+05D0 | ηλλ. το προσ. Aλεξανδρου] εδηλωθη τω Αλεξανδρω U+05D0 ηλλ. τω Αλ. V εχθρα] pr η U+05D0V)

640
[*](A) αὐτῶν.

Καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιοχίαν, καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας, καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς Ἀσίας καὶ Αἰγύπτου.

Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἧν εἰς Κιλικίαν κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων.

καὶ ἤκουσεν Ἀλέξανδρος, καὶ ἦλθεν ἐπʼ αὐτὸν ἐν πολέμῳ· καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρῷ, καὶ ἐτροπώσατο αὐτόν.

καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν, τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ· ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη.

καὶ ἀφεῖλεν Ζαβδιὴλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου, καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ.

καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν.

καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.

Ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ἰωναθὰν τοὺς ἐκ τῆς Ἰουδαίας, τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ἰερουσαλήμ· καὶ ἐποίησαν ἐπʼ αὐτὴν μηχανὰς πολλάς.