Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Ἅννα ἡ γυνὴ μου καὶ Τωβίας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ ἑορτῇ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι· ἀνέπεσα τοῦ φαγεῖν.

καὶ ἐθεασάμην ὄψα πολλά, καὶ εἶπα τῷ υἱῷ μου Βάδισον [*](A) [*](19 εν Νινευη] Νινευιτων A | υπεδεξεν A | θαπτω] εθαπτον A 20 Τω· βειτ] Τωβιου A 21 τεσσερακοντα] ν΄ U+05D0c.a mg | εφυγεν U+05D0* (-γον U+05D0c.a) Αραρατ A | Σαχερδαν A | Αχειαχαρον U+05D0c.a | υιον] pr τον A | εκλογιστιαν A 22 οινοχοος] οινοδοχος A | βασιλεως] βασιλεα U+05D0c.a | Σαχερδονοσος A ο Σαχ. U+05D0c.a (om ο U+05D0*) | ην] η U+05D0* II 1 om δε A | εορτη] pr τη A | ανεπεσα] και | ανεπαυ|σαμην A | φαγειν] α sup ras Aa)

819
καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ [*](B) κυρίου, καὶ ἰδοὺ μένω σε.

καὶ ἐλθὼν εἶπεν Πάτερ, εἰς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορῷ.

κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας (4)ἀνειλόμην αὐτὸν εἰς τι οἴκημα ἕως οὗ ἔδυ ὁ ἥλιος.

καὶ ἐπιστρέψας ἐλουσάμην, καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ·

καὶ ἐμνήσθην τῆς προφητείας Ἀμώς, καθὼς εἶπεν

  • Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος,
  • καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον.
  • καὶ ἔκλαυσα. (7)καὶ ὅτε ἔδυ ὁ ἥλιος. ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.

    καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.

    καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας, καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν.

    καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν· καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων, ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου· καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ [*](2 om ενδεη ος μεμνηται A | ιδε U+05D0*] ιδου U+05D0c.a 3 εστραγγαλημενος BᵃᵇA A 4 om η A 6 προφητιας A 8 επεζητηθη U+05D0a.b? | αποδρα A 9 ανελυσα] ανελυσ sup ras Bᵃᵇ 10 om και εγενηθη...οφθαλμιους μου (2⁰) A | τους οφθαλμοις (2⁰) Bedit)

    820
    [*](B) οὐκ ὠφέλησάν με· Ἀχιάχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθην εἰς τὴν Ἐλλυμαίδα.

    Καὶ ἡ γυνή μου Ἅννα ἠριθεύετο ἐν τοῖς γυναικείοις·

    καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθόν, προσδόντες καὶ ἔριφον.

    ὅτε δὲ ἦλθεν πρὸς μέ, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον.

    ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ, καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις, καὶ ἠρυθρίων πρὸς αὐτήν· (²²)ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.