Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ¹Καὶ Τωβεὶτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν
  • Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ,
  • ²ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεῷ, κατάγει εἰς ᾃδην καὶ ἀνάγει,
  • καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
  • ³ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ἰσραήλ, ἐνώπιον τῶν ἐθνῶν,
  • [*](A)[*](13 ελαθες με] ς με sup ras A | αγαθοποιων] αγαθον ποιων A 16 επεσαν A 17 ειρηνη] pr οτι A 18 υμων] + ηλθον A 21 ανεστησαν] ανε sup ras Bᵃᵇ ουκ] + ετι A 22 εξωμολογουντο A | αυτου] του θεου και A | αγγελος] pr ο A XIII 2 ελεα] ελεει Bᵃᵇ 3 εξωμολογεισθαι A)
    843
  • (4)ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς.
  • [*](Β)

  • 4ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ,
  • ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος·
  • καθότι αὐτὸς κύριος ἡμῶν,
  • καὶ θεὸς αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
  • 5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν,
  • καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν
  • ἐθνῶν,
  • οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς.
  • 6ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη καρδίᾳ ὑμῶν καὶ ἐν
  • ὅλῃ τῆ ψυχῇ
  • ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν,
  • τότε ἐπιστρέψει πρὸς ὑμᾶς
  • καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν.
  • (6)καὶ θεάσασθε ὁ ποιήσει μεθʼ ὑμῶν,
  • καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ σώματι ὑμῶν·
  • καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης,
  • καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
  • (7)ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ,
  • καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνη
  • ἁμαρτωλῶν.
  • (8)ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον
  • αὐτοῦ·
  • τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην
  • ὑμῖν;
  • [*](4 θεος αυτος] ο θς ο A 5 εσκορπισθητε A 6 καρδια] pr τη A | ψυχη] A +υμῶν A | επιστρεψει] ε sup ras A? | μεθ] με sup ras Bᵃᵇ | σωματι] στο- ματι A | ευλογησατε] ευλογειτε A | γιγνωσκει A | ει A] η B* om Bb | υμιν] εις υμας A)
    844
    [*](Β)

  • 7τὸν θεόν μου ὑψῶ,
  • καὶ ἡ ψυχῇ μου τῷ βασιλεῖ τοῦ οὐρανοῦ,
  • καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
  • 8λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν
  • Ἰεροσολύμοις.
  • 9Ἰεροσόλυμα πόλις ἁγίου·
  • μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου,
  • καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
  • 10ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς,
  • καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων,
  • ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς
  • καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους
  • καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους
  • εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
  • ¹¹ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ θεοῦ,
  • δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ·
  • γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
  • ¹²ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε,
  • εὐλογημένοι ἔσονται πάντες οἵ ἀγαπῶντές σε εἰς τὸν
  • αἰῶνα.
  • 13χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων,
  • ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν
  • δικαίων.
  • [*](A)[*](7 τω βασιλει] τον βασιλεα A 8 Ιεροσολυμοις] seq ras 2 vel 3 litt in A 9 αγιου] αγια A 10 κυριω αγαθως] αγαθω A | η σκηνη] om η A | σοι 1⁰] pr εν A | ευφρανη A | αιχμαλωτους] pr εκει A 11 om και A | γενεα A | δωσουσιν] pr αινε|σουσιν σοι και A | om σοι A | αγαλλιαμα] αγαλλιασιν A 13 χαρητι B*A (χαρηθι Bᵃᵇ))
    845

  • ¹⁴ὢ μακάριοι οἱ ἀγαπῶντές σε·
  • [*](Β)
  • χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
  • μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ ταῖς μάστιξίν σου,
  • ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου·
  • καὶ εὐφρανθήσεται εἰς τὸν αἰῶνα ἡ ψυχὴ μου.
  • 15εὐλόγει τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν,
  • 16ἔτι οἰκοδομηθήσεται Ἰερουσαλὴμ σαπφείρῳ καὶ
  • σμαράγδῳ,
  • καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου,
  • καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες χρυσίῳ καθαρῷ,
  • 17καὶ αἱ πλατεῖαι Ἰερουσαλὴμ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ
  • ἐκ Σουφεὶρ ψηφολογηθήσονται.
  • 18καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς ἁλληλουιὰ καὶ αἴνεσιν,
  • λέγοντες (23)Εὐλογητὸς ὁ θεὸς ὃς ὕψωσεν πάντας τοὺς
  • αἰῶνας.