Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἰουδεὶθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐγύμνωσεν ὃν ἐδεδύκει σάκκον· καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ἰερουσαλὴμ εἰς τὸν οἶκον τοῦ θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδεὶθ πρὸς Κύριον καὶ εἶπεν

Κύριε ὁ θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ Οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν.

ἀυθʼ ὦν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον, καὶ τὴν στραωμνὴν αὐτῶν ἡ ήδέσατο τὴν ἀπάτην αὐτῶν ἀπατηθεῖσαν εἰς αἵμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν·

καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν· ὁ θεὸς ὁ θεὸς ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας.

σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείναων, καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,

καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν Ἰδοὺ πάρεσμεν· (⁵)πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει.

ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφʼ ἵππῳ καὶ ἀναβάτῃ, ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι [*](34 εξεραυνησεται U+05D0 εξερευνησατε A | ερω] αναγγελω U+05D0Α 35 ημων] η U+05D0A sup ras Aᵃ? (υμ. A*) ΙΧ 1 επεθετο] εθετο U+05D0c.a | εδεδυκει] ενδεδυκει U+05D0 ενεδιδυσκετο A | θεου] κυ A | του θυμιαματος A | φωνην μεγαλην A 2 παρ- θενου] παρ sup ras Aα 2–3 εις μιασμα...εδωκας sup ras A 2 εγυμ- νωσαν] + μητραν παρθενου) εις μιασμα B* (om μητραν 1⁰...εγυμνωσαν B¹?a? non inst Bᵇ) 3 om αρχοντας U+05D0* (hab U+05D0c.a) | om αυτων 2⁰, 3⁰ U+05D0A om απατην U+05D0* ᵛⁱᵈ (hab απατη U+05D0¹) A | δυνασταις] δυναστας U+05D0 | om δυνασταις και A 4 θυγατερας] θυγατε|ρες B + ουτων A | σκυλα] + ουτων A | υιων] Ισλ U+05D0 | ηγαπημενων] pr των | om οι A | ο θεος ο θεος] ο θς· ο θς U+05D0 ο θU+05D0 θς A | εμος] pr ο U+05D0 | om και 7⁰ A | εμου] μου A 5 om και 2⁰ U+05D0 τα μετεπ.] om τα A 6 η κρισις] αι κρισεις A)

800
[*](B) καὶ ἐν γαίσῳ καὶ τόξῳ καὶ σφενδόνῃ, καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους.

Κύριος ὄνομά σοι· σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου, καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήναωμα τῆς ααταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου, καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.

βλέψου εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργὴν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος.

πάτάξον δοῦλον ἐκ χειλέων ἀπάτης μσυ ἐπʼ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αἰτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας.

οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήμπταωρ ἀσθενούνταωυ, ἀπεγνωσμέναον σκεπαστής, ἀπηλπισμένων σωτήρ.

υαὶ ναὶ ὁ θεὸς τοῦ πατρός μου καὶ θεὸς κληρονομίας Ἰσραήλ, (¹⁷)δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσου τῆς δεήσεως μου,

καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μάώλωπα αὺτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιὼν καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.

καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου καὶ πάσης φυλῆς ἐπίγνωσιν, τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ἰσραὴλ εἰ μὴ σύ.