Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνός, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν.

καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ, καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ·

καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.

καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσὸρ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτάν, (⁵a)καὶ εἶπεν πρὸς αὐτόν

Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδας δέκα δύο,

καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου·

καὶ ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτούς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου, καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς·

καὶ οἱ τραυματίαι [*](13 βασιλεα] pr τον U+05D0 | ανεστρεψ εν] ανετρε|ψεν Β | την δυναμιν] om την U+05D0 | U+05D0A om παντα U+05D0* (hab U+05D0c.ᵃ) | αρματα] χρηματα U+05D0 14 εκυριευσεν U+05D0A | εκρατη- σεν U+05D0Α | επρονομευσεν U+05D0A 15 ελαβεν U+05D0Α | ορεσιν U+05D0 ορεσει A | σιβυναις] ζιβυναις BᵃᵇU+05D0c.a A | εξωλοθρ. Bb | εκεινης] ταυτης U+05D0 16 μετ αυτων] + αυ- τος (εις Νινευη αυτος A) και πας ο συ|μικτος (συμμ. A) αυτου πληθος ανδρων πολεμιστων πολυ (πολυν A¹⁽ᵛⁱᵈ) σηφοδρα· και ην εκει ραθυμων (ραμυθων A*) και ευωχουμενος U+05D0A II 1 βασιλεως] βασιλευς A 3 ολοθρευσαι BᵇU+05D0 5 om συ U+05D0 | του προσωπου] om του U+05D0 | om εις U+05D0 | om και πληθος U+05D0* (hab κ πλ. U+05D0c.a) | μυριαδας] χιλιαδας BᵃbA χειλιαδες U+05D0* (-δας U+05D0c.ᵃ) | δεκα δυο] ιβ΄ U+05D0 6 συναντησιν] υπαντησιν U+05D0 | παση τη γη] πασης της γης U+05D0 | δυσμαις 7 και 1⁰] +α|παγγελεις αυτοις| BᵃᵇU+05D0A | ετοιμαζειν] μοι U+05D0c.a)

784
[*](Β)αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν καὶ τοὺς χειμάρρους, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·

καὶ ἄξω τὴν αἰχμαλαωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς.

σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσίν σοι ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν·

ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.

ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου.

καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.

Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσούρ,

καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,

καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.

καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν ὦν οὐκ ἦν ἀριθμός,

καὶ ἐπισιτισμὸ παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως σφόδρα.

καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσὸρ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἄρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν.

καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.