Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· (²)ἤσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον.

ὑπελείφθη δὲ Ἰουδεὶθ μόνη ἐν τῇ σκηνῇ. (4)καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην ἑαυτοῦ· ἦν γὰρ [*](A) [*](13 Βαγως A* (α 2⁰ superscr A¹) | πιεσαι] πιει| A | ν μεθ υμων (sic) εις ευφροσυνη in mgg et sup ras A (om εις ευφροσυνην A *) 14 μοι τουτο A | ημερα A | om μου 2⁰ A 15 αναστασα A | om και παντι τω κοσμα A | γυναικιω A | προσηλθεν A | κατεναντι] εναντιον A | κωδια] post κ ras 1 lit (λ vet α) Bᵃ? | ελαβον A 16 εσαλευθη] pr και A | συνγενεσθαι A | 17 μεθ] θ sup ras A¹ 19 επιεν και εφαγεν A 20 επιεν 2⁰] πι sup ras A¹ | om πωποτε εν ημ. μια A XIII 1 κ προσωπου του κυριου sup ras B¹?ab 2 om εν τη σκηνη A | επι την sup ras Bᵃᵇ)

807
περικεχυμένος αὐτῷ ὁ οἶνος.

καὶ εἶπεν Ἰουδεὶθ τῇ δούλη αὐτῆς [*](B) στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθʼ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα.

καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· (⁶)καὶ στᾶσα Ἰουδεὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ ἑαυτῆς (⁷)Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἰερουσαλήμ·

ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν οἱ ἐπανέστησαν ἡμῖν.

καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἣν πρὸς κεφαλῆς Ὀλοφέρνου καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπʼ αὐτοῦ,

καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, καὶ εἶπεν Κραταίωσόν με, ὁ θεὸς Ἰσραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ.

καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς, καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ,

καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς, καὶ ἀφεῖλε τὸ κωνώπιον [*](§ U+05D0) ἀπὸ τῶν στύλων· (¹¹)καὶ μετʼ ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου,

καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς· (¹²)καὶ ἐξῆλθον αἱ δύο ἄμα κατὰ τὸν ἐθισμὸν αὐτῶν. καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην, καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουά, καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.

Καὶ εἶπεν Ἰουδεὶθ μακρό- θεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν Ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην· μεθʼ ἡμῶν ὁ θεὸς ὁ θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ καὶ κράτος κατὰ τῶν ἐχθρῶν ἡμῶν, καθὰ καὶ σήμερον ἐποίησεν.

καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως.

καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι παράδοξον ἣν αὐτοῖς τοῦ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν [*](4 προσωπου] + αυτης A | εαυτης] αυτης A | om εν 3° A 5 θραυσμα A § U+05D0A 6 ακεινακη B* A (ακιν. Bᵇ) 7 ο θεος] pr κε A 8 επαταξεν] α sup ras A ¹ | αυτου 2⁰] + απ αυτου A 9 τηστρωμνης A | αφειλεν A | τον κωνωπιον A | μεθ B* (μετ Bᵇ) 10 ουτων] + επι την προσευχην U+05D0Α | φαραγγαν A | το ορος] προς U+05D0* (το ορ. U+05D0c.a) | Βαιτουλουα U+05D0 | ηλθοσαν] ηλθον U+05D0 11 ανοιξ. δη ανοιξ. A | om ημων 3⁰ BᵃᵇU+05D0 A 12 om αυτης 1⁰ U+05D0 | τον καταβ.] om του U+05D0 13 om ουτων BᵃᵇU+05D0A | του ελθειν] το ελθ. BabU+05D0A)

808
[*](B) τὴν πύλην καὶ ἀπεδέξαντο αὐτάς· (¹⁶)ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς.

ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ Αἰνεῖτπ τὸν θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν θεὸν ὃς (18)οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραήλ, ἀλλ᾿ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ.

καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσούρ, καὶ ἰδοὺ τὸ κωνώπιον ἐυ ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας.

καὶ ζῇ Κύριος ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου ᾖ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετʼ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.

καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα, καἰ κύψαντες προσεκύνησαν τῷ θεῷ καὶ εἶπαν ὁμοθυμαδόν Εὐλογητὸς εἶ ὁ θεὸς ἡμῶν ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου.

καὶ εἶπεν αὐτῇ Ὀζείας Εὐλογητὴ σύ, θυγάτηρ, τῷ θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, (24)καὶ εὐλογημένος Κύριος ὁ θεὸς ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέν σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν·

ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεοῦ ἕως αἰῶνος.

καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον, τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθʼ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾿ ἐπεξῆλθες πτώματι ἡμῶν, ἐπʼ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ θεοῦ ἡμῶν. (26) καὶ εἶπαν πᾶς ὁ λαός Γένοιτο, γένοιτο.