Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Φάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου· ὅτι ἐγὼ οὐκ ἐκάκωσα τῆς γῆς.

καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπʼ αὐτούς, ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.

καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπʼ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς· ἤκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·

οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε, ἀλλʼ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσόρ.

καὶ εἶπεν πρὸς αὐτὸν Ἰουδείθ Δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.

καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ.

ζῇ γὰρ βασιλεὺς Ναβουχοδονοσὸρ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέν σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται Ναβουχοδονοσὸρ καὶ πάντα τὸν οἶκον αὐτοῦ.

ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου.

καὶ νῦν λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἐν τῇ συνεδρείᾳ σου, ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουά, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὅσα ἐξελάλησεν παρὰ σοί

διό, δέστ ποτα κύριε. μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, (8)ὅτι ἐστιν ἀληθής· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ῥομφαία ἐπʼ αὐτοὺς ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν θεὸν αὐτῶν.

καὶ νῦν [*](XI 1 μη] pr και U+05D0 | ηρετικεν] ηκεν U+05D0 ηρετισεν A 2 ει μη| εφαυλισαν U+05D0A ιε ο| κατοικων την | ορ. U+05D0 | εφαυλισεν A | αλλα] αλλ U+05D0 3 ενεκα U+05D0A | απε- ρασας U+05D0 | ζηση] pr ζωη U+05D0 4 ποιησει] ποισει U+05D0* (η superscr U+05D0¹) βασιλεως] pr του U+05D0 7 βασιλευς] pr ο A | πασης της γης Ναβουχ. A | Ναβουχ. 2⁰] pr επι U+05D0c.ᵃA 8 πανουργηματα BᵃᵇA | και 2⁰] pr α Bᵃᵇ⁽vid)A | βασιλεια] pr τη A 9 λογος] + σου U+05D0* (om U+05D0ᵃ?) pr ο U+05D0A | συνεδρια BᵇU+05D0A | Βαιτουλουα U+05D0 | εξελαλησεν] ελαλησεν U+05D0 10 διο] διοτι U+05D0* (διο U+05D0c.a) δη A | ου 2⁰] ουδε U+05D0 ος A)

804
[*](B) ἴνα μὴ γένηται ὁ κύριός μου ἔκηβολος καὶ ἄπρακτος, ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν ᾧ παροργιοῦσιν τὸν θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν.

ἐπεὶ γὰρ ἐξέλειπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν, καὶ πάντα ὅσα διεστείλατο αὐτοῖς ὁ θεὸς τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν διέγνωσαν δαπανῆσαι.

καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖςἱερεῦσιυ τοῖς παρεστηκόσιυ ἐν Ἰερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς [*](¶ U+05D0) χερσὶν.¶ καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ.

καὶ ἀπεστάλκασιν εἰς Ἰερουσαλήμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετοικίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας.

καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἀπέστειλέν με ὁ θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα ἐφʼ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά.

ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν, καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν, (15ª) καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν.

καὶ ἐλθοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν.

καὶ ἄξω σε διὰ μέσου τῆς Ἰουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ἰερουσαλήμ, καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· (¹⁶)ὅτὶ ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, (¹⁷)καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.

Καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ὁλοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν