Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ΕΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου [*](Β) βασιλέως τῇ μιᾷ τοῦ Νεισὰ ἐνύπνιον ἴδεν Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,

ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως·

ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας.

καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς.

καὶ ἰδοὺ δύο δράκοντες μέγαλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο ὐτῶν φωνὴ μεγάλη,

καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος.

καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλίψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς·

καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος, φοβούμενοι τὰ ἑαυτῶν κακά, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι·

καὶ ἐβόησαν πρὸς τὸν θεόν. ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ·

φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους.

καὶ διεγερθεὶς Μαρδοχαῖος ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν [*](Inscr Εσθηρ BU+05D0A (mutil) Α 1 Αρταρ|ξερξου A | om βασιλεως U+05D0A | U+05D0A Nισα U+05D0* (-σαν U+05D0?) A | ειδεν BᵃᵇU+05D0 | Ιαειρου U+05D0A | Σεμειου U+05D0A | φυλης] pr της U+05D0c.aA 2 εν Σουσοις] εν μεσ|οις A *vid εν μεσου|σοις (sic) A? 3 βα- σιλευς] pr ο U+05D0c.aA 4 και θορυβος] θορυβου A | ταραχος] pr και U+05D0c.aA 5 μεγαλοι] + δυο U+05D0* (improb δυο U+05D0?) | προσηλθον A | εγενοντο A φωναι μεγαλοι A 7 γνοφους A | om στενοχωρια A | om και 4° A 8 παν εθνος δικαιον A 9 ωσανει] ως αν U+05D0 om A 10 φως] φωτος U+05D0* (φως U+05D0c.a) pr και A | και 1⁰ om U+05D0* (hab U+05D0c.ᵃ) 11 εωρακως] pr ο U+05D0Α | βεβουλευται] βουλευεται A | αυτο] το ενυπνιον τουτο A)

756
[*](Β) τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός.

καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβάθα καὶ Θαρρὰ τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλήν,

ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηραύνησεν, καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν·

καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους. καὶ ὁμολογήσαντες ἀπήχθησαν,

καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων·

καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων.

καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπέρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.