Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, Κύριε. πάντων γνῶσιν ἔχεις,

καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.

σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.

καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἁμάν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν·

καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, Κύριε ὁ θεὸς Ἁβραάμ.

ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.

[*](D)

Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς·

καὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα, παρέλαβεν τὰς δύο ἅβρας,

καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη,

ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς·

καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου.

καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως· καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει, [*](23 αρχην U+05D0* (-χης U+05D0c.a ) 24 αυτου bis] αυτων U+05D0*(-του U+05D0c. ) 25 εχου- U+05D0A ση] +βοηθον A | σε| κη· B* fort σε·| κε B? 26 —27 om κοιτην... βδελυσσο- μαι (2⁰) A 27 το σημειον] pr κοι|την απεριτμητω| U+05D0* (unc incl U+05D0?) | om μου 2⁰ A | ημερα A | καταμηνιαιων U+05D0 | φορω] φ sup ras Aa (χορ. A* vid) | αυτο 2⁰] ο sup ras Aᵃ 28 επινον U+05D0 29 ευφρανθη U+05D0A | om μου U+05D0* (superscr U+05D0c.a) 30 φωνης U+05D0c.aA | αφηλπισμενων U+05D0 | με] η incep U+05D0* (improb η U+05D0?) D 1 θεραπιας U+05D0A 2 γενηθεισα] εγενηθη U+05D0* (γενηθ. U+05D0c.a) | παρελαβεν] παρελαβετο U+05D0 | τας δυο] om τας U+05D0A 3 επηρειδετο (επηριδ. U+05D0)] επερειδετο Bᵃ?ᵇA (επεριδ.) 4 επηκολουθει] θ ex δ fec ut vid A | κουφισα U+05D0* (-φιζουσα U+05D0?) 5 ακμη] pr ως U+05D0* pr εν U+05D0c.a | ιλαρον αυτης U+05D0 | προφιλες U+05D0* (προσφ. U+05D0c.a ) 6 om πασας U+05D0* (hab U+05D0c.a) | κατεστη] εστη U+05D0c.a A | ενωπιον] κατενωπιον U+05D0c.a | βασιλιας U+05D0 | πασαν στολην] πασον την στ. U+05D0c.a την στ. A επιφανιας U+05D0A | ενεδεδυκει U+05D0*] εν|δυκει B* (ενε|δυκει B?) ενδεδυκει U+05D0c.a A)

768
[*](B) ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα.

καὶ ἄρας τὸ πρόσαωπον αὐτοῦ πεπυραομένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν· καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐυ ἐκλύσει, καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἀβρας τῆς προπορευομένης.

καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς

καὶ εἶπεν αὐτῇ Τί ἐστιν, Ἐσθῆρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει,

οὐ μὴ ἀποθάνῃς· ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐοτὰ·

πρόσελθε.

καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς, καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.

καὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου.

ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν.