Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδόν, καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός.

καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν.

καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.

καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης [*](5 εν αντιπαραγωγη BU+05D0*c.b ⁽ᵛⁱᵈ⁾ A] εναντια παραγωγη U+05D0c.a | ανθρωπων κ U+05D0A (-πω U+05D0c.a) ανου A | κεινουμενον U+05D0* (κειμενον U+05D0?) | ξενιζουσα U+05D0* (-σαν U+05D0c.ᵃ)] pr ras 1 lit A | παραλλασσον (παραλασσον B* παραλλ. Bᵇ ᵛⁱᵈ)] παραλασσων U+05D0* παραλλαξιν U+05D0c.ᵃA | δυσνοη Bᵇ (δυσνθη) A | πραγμα U+05D0* (πραγμασιν U+05D0c.ᵃ) χειριστα] χειραι|στα U+05D0* (χειριστα U+05D0?) χεριστα A vid | om και 2⁰ U+05D0* (superscr κ U+05D0?) | ευσταθειας Bᵃᵇ ⁽ᵛⁱᵈ) 6 om ουν U+05D0c.a | πραγματων] πραγμ. sup ras et in mg Bᵃᵇ (ταγμ. B* fort) | πανια U+05D0* (-τας U+05D0c.a) | γυναιξιν A | ολοριζει | U+05D0A | εχθρων] εθνων A | μαχαιραις] μαχαις A | οικτρου U+05D0* (-του U+05D0c.ᵃ) | φιδω U+05D0* (φιδους U+05D0c.ᵃ) | τεσσαρισκαιδεκ. Bᵃᵇ | om δωδεκατου U+05D0* (hab U+05D0c.a ᵐᵍ) 7 βια βιαιως U+05D0* (om βια U+05D0?) | om εις 1⁰ U+05D0c.a A | αταραχον U+05D0* (-χα U+05D0c.ᵃ) παρεχουσιν A | πραγματα] προσταγματα A III 14 χωραν] + κ χωραν U+05D0c.ᵃ | πασι τοις εθνεσιν] τοις εθνεσιν πασιν A 15 εις Σουσαν] εν Σουσοις A | εκωθωνιζοντο] adnot εμεθοσκοντω (sic)· κωθων γὰρ· εἴδος ποτηρίου Bᵃ ᵐᵍ inf IV 1 εαυτου] αυτου U+05D0A | πλατιας U+05D0 | αιρεται (τε A)] ερειται U+05D0* (ερεται U+05D0?) | ηδικηκος] + πικρα U+05D0c.a (ᵐᵍ) 2 πυλης] αυλης A | αυτω εξον A | αυλην πυλην U+05D0c.a ᵐᵍ | εχοντα A 3 χωρα]  + κ τοπω U+05D0c.a ⁽ᵐᵍ) | τα γραμματα] incep το U+05D0* το προσταγμα του βασιλεως U+05D0c.ᵃ ᵐg | κοπετος] + ην A | σακκον] pr και A | εστρωσαν] υπεστρωσαν U+05D0c.a 4 εσηλθοσαν U+05D0)

764
[*](Β)καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός, καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη.

ἡ δὲ Ἐσὴρ προσεκαλέσατο Ἁχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παριστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές.

ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἁμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν μυρίων ταλάντων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους.

καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπέρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἁμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.

εἰσελθὼν δὲ ὁ Ἁχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους.

εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἁχραθαῖον Πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν

ὅτι Τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.

καὶ ἀπήγγειλεν Ἁχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.

καὶ εἶπεν Μαρδοχαῖος πρὸς Ἁχραθαῖον Πορεύθητι καὶ εἰπὸν αὐτῇ Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους·

ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, [*](U+05D0A) [*](4 γενος U+05D0* (γεγονος U+05D0c.ᵃ) | τον Μαρδοχαιον] om τον A | αυτου] pr απ U+05D0c.a | επεισθη (επισθη U+05D0*)] ετιθει U+05D0c.a ετιθη A 5 Αχραθεον A | παρ- ειστηκει Bᵃ ⁽ᵛⁱᵈ⁾ A | αυτη 2⁰ BU+05D0*c.ᵇ] αυτον U+05D0c.a A | το ακριβες] + εις την πλατειαν της πολεως η εστιν κατα προσωπον της πυλης της πολεως U+05D0c.a mg + επι την πλατειαν προς τη (τη A* τα sup ras Aa) βασιλεα (sic) A 7 το γεγονος] pr συνπαν U+05D0c.a ᵐᵍ | επαγγελιαν] + του αργυριου U+05D0c.a ᵐᵍ | τω βασιλει…ταλαντων] παραστησαι εις την γαζαν τω βασιλει ταλαντων μυριων U+05D0c.a | την γαζαν] om την A | ταλαντων μυριων A 8 αντιγραφον] adnot γραμμα το (ras το U+05D0c.b) του δογματος U+05D0c.a ᵐᵍ inf | το εν] om το A | εισελθουσαν A | λαου] + και της πατριδος U+05D0c.a ᵐᵍ A | μνησθεισα] μνησθις αφ U+05D0* (μνησθισα U+05D0c.ᵃ) | ετραφης] εστραφης A | διοτι] δια τι A | δευτερεων U+05D0* (-ρευων U+05D0c.ᵃ) | τον κυριον] κν A 9 ο Αχθραθαιος U+05D0* (Αχραθ. U+05D0?) Αχθραθαιος A | αυτη] Εσθηρ U+05D0*A τη Εσθ. U+05D0c.a 11 παντα τα εθνη A | βασιλειας] + κ λαος επαρχιων του βασιλεως U+05D0c.a ᵐᵍ | γιγνωσκει A | η] και A | εσωτεραν] εντοτεραν A | ω] σ vel fort ε incep U+05D0*ᵛⁱᵈ | εκτεινει] + αυτω U+05D0c.ᵃ | ουτος] αυτος A | καγω] και εγω A | ου κεκλημαι] ουκ εκληρωθην A | ελθειν U+05D0* (εισελθ. U+05D0c.ᵃ) 12 Αρχαθμιος A 13 om προς Αχραθαιον A | Αχθραθαιον U+05D0 | σωθηση] σωθησομαι U+05D0c.aA | παρα] υπερ A 14 om ως A | παρακουσης] pr παρακουουσα U+05D0c.a ᵐᵍ)

765
ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος [*](B) τοῦ πατρός σου ἀπολεῖσθε. καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;

καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα

Βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοί, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με ᾖ.

Καὶ βαδίσας Μαρδοχαῖος [*](C) ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθῆρ·

καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου,

καὶ εἶπεν Κύριε, κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ·

ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπʼ οὐρανόν,

καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ·