Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Ἀμὰν Ἁμαδάθου Βουγαῖον, [*](U+05D0A) [*](13 αυτω] αυτη U+05D0c.a αυτη| A 14 ου Γαι ο ευνουχος] ου Γαιος ευν. U+05D0* ουσας (sic ut vid σας superscr) Γαι ο ευν. U+05D0c.a | ου Τε ο ευν. A | ονομαστι A 15 om της θυγατρος…Μαρδοζαίου U+05D0* (hab U+05D0c.a ᵐᵍ) | της θυγατρος] om της A | Αμιναδαβ U+05D0c.ᵃA | Μαρδοχεου U+05D0c.ᵃ | εισελθειν] pr του U+05D0 pr εν τω A | ων] + αυτη U+05D0A | ενετειλατο] ελεγεν U+05D0c.a ᵐᵍ A | ο φυλαξ] om ο U+05D0* (hab U+05D0c.a ᵛⁱᵈ) om ο φυλαξ A | παρα] ενωπιον A | om παντων A 16 Αρταξερξην] pr τον U+05D0A | δωδεκατω] δεκοτω U+05D0c.a | Αδαρ] Αδωρ U+05D0* Τηβηθ U+05D0c.a 17 om αυτη U+05D0 | γυναικιον U+05D0 (γυνεκ.) A + αυτη U+05D0?ᵐᵍ 18 επι] εφ A | εποιησε 2⁰ U+05D0 19 εθεραπευσεν A 20 ουτω U+05D0* (-τως U+05D0c.ᵃ) | Μαρδοχαιος] pr ο A | μετ αυτου] παρ αυτω U+05D0c.ᵃ | ου μετηλλαξεν] ουκ ηλλαξεν A 21 ελυπηθησαν] + Βαγαθαν και Θαρας U+05D0c.a ᵐᵍ sup | Μαρδοχαιος] pr ο A 22 ο λογος] om ο A | αυτη] η βασιλισσα A | βασιλει] + Αρτοξερξη U+05D0c.a ᵐᵍ A 23 ητασεν] ανητασεν U+05D0c.ᵃ | om εν 2⁰ A III 1 om δε A | Αρταξεξης B*ᵛⁱᵈ | Αμαν] Αναμ A | Αμαδαθου] Αναμαθαδου A)

761
καὶ ὕψωσεν αὐτὸν καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων [*](Β) αὐτοῦ.

καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.

καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;

καθʼ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Ἁμὰν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ἰουδαῖός ἐστιν.

καὶ ἐπιγνοὺς Ἁμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα,

καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους.

καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου, καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν

ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὅς ἐστιν Ἀδάρ. ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων Ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς.

εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.

καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χεῖρα τῷ Ἁμάν, σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ἰουδαίων.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἁμάν Τὸ μέν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει.

καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ, [*](2 αυλη] +του βασιλεως U+05D0c.a | αυτω 1⁰] Αμαν A | προσεταξεν] επεταξεν A | U+05D0Α ποιησαι ο βασιλευς U+05D0 | om ου A 4 ελαλουν] ελεγον U+05D0c.ᵃA | υπηκουσε U+05D0c.ᵃ A | υπεδειξαν] υπεδιξεν U+05D0* (-ξαν U+05D0c.ᵃ) | τοις του βασ. λογοις αντιτασσο- μενον] μη υπακουοντα τοις του βασ. λογοις A | και υπεδειξεν] υπεδ. γαρ A 5 επιγνους] επεγνω A | ου] + Μαρδοχαιος U+05D0c.a ᵐᵍ ⁽ᵛⁱᵈ) | om Μαρδοχαιος U+05D0 | εθυμωθη] και εθυμ. Αμαν A 6 εβουλευσατο] + Αμαν U+05D0c.a 7 και εποι- ησεν…Αρταξερξου] ετους δωδεκατου βασιλευοντος Aρτ. ψηφ. εποιησεν A | ψη- φισμα] + εν τω μηνι τω πρωιω αυτος ο μην Νισαν : U+05D0c.a ⁽ᵐᵍ) | εβαλεν] ελαβεν A | om ημεραν εξ A | τεσσαρισκαιδεκ. Bᵃᵇ | ος] ο U+05D0 8 διεσπαρμενον] ενδιε- σπαρμ. (? εν διεσπ.) U+05D0c.ᵃ | σου] αυτων U+05D0* (σου U+05D0c.a) | τω βασιλει ου συμφερει A 9 ει δοκει] ει ουν δοκει U+05D0c.a ᵛⁱᵈ ει δ. ουν A | απολεσαι αυτους] αυτους απολεσαι U+05D0 απολεσθαι A | διαγραψω] παραστησω επι χειρας| των ποιουντω| τα εργα εισ|αγαγειν U+05D0c.a ᵐᵍ 10 om ο βασιλευς U+05D0* ᵛⁱᵈ (hab U+05D0?ᵐᵍ) | τον δακτυ- λιον] + αυτου A | εδωκεν εις χειρα] om εις χ. U+05D0* εις χειρας εδωκεν U+05D0c.a + εδωκεν εις χειρας A | τω Αμαν] om τω A 11 βουλει] saltem β sup ras Bᵃᵇ 12 γραμματις U+05D0* (-τεις U+05D0c.ᵃ) | πρωιω] + αυτος ο μην Νισαν κ U+05D0c.a mg inf | τη τρισκαιδεκατη] + ημερα αυτου U+05D0c.a ᵐᵍ)

762
[*](Β) καὶ ἔγραψαν ὡς ἐπέταξεν Ἁμὰν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσιν κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν, δι᾿ Ἀρταξέρξου τοῦ βασιλέως.

καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν, ἀφανίσαι τὸ γένος τῶν Ἰουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου, ὅς ἐστιν Ἀδάρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν.

Τῆς δὲ ἐπιστολῆς ἐστὶν τὸ[*](Β) ἀντίγραφον τόδε Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει.

πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένωυ ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην.

πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, σωφροσύνῃ παρʼ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδιγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Ἁμὰν

ἐπέδειξεν ἡμῖν, ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμίχθαι δυσμενῆ λαόν τινα, τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος, τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς προστάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφʼ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν.

διειληφότες οὖν τόδε τὸ [*](U+05D0A) [*](12 εγραψαν] εγραψ εν U+05D0 εγραφησαν A | επεταξεν] προσεταξεν A | αρχου- σιν κατα] αρχουσιν κα sup ras Aa | αρχουσι (1⁰) U+05D0 | χωραν] + κ χωραν U+05D0c.a Ινδικης] pr της A | ταις εκατον] om ταις A | επτα] pr και A | αυτων] εαυτων U+05D0c.ᵃ | λεξιν δι sup ras Aa | λεξιν B?c.b   A] ληξιν U+05D0c.a | Αταρξερξου A* 13 βιβλιοφορων U+05D0c.ᵃ | Αρταρξερξου A | βασιλιαν U+05D0 | Ιουδαιων] + απο νεανισκου U+05D0c.a ⁽ᵐᵍ) | ος] ο U+05D0 | τα υπαρχοντα] pr κ U+05D0c.a Β 1 επι- στολης] π sup ras Aᵃ? | το αντιγραφον] om το U+05D0* (superscr U+05D0c.a) | Αρταρ- ξερξης A* (ras ρ A?) | επτα] pr και A 1—2 και τοπαρχαις…υπο- τεταγμενων ακυ sup ras et infr lineas Aᵃ (om και πασης...επαιρομενος A*ᵛⁱᵈ) 2 οικουμενης] pr της Aa | επαιρομενος επιεικεστερον δε] επιεικ. επαιρ. Aa | ηπιοτητος] πραοτητος U+05D0c.ᵃ πιοτητος A | ακυμαντους Bᵃᵇ | ημερον] ηρεμον A | μεχρι] αχρι A | τοις πασιν] παρα π. A 3 πυθομενου] πυνθανο- μενου U+05D0c.ᵃA | σωφροσυνη παρ ημιν] σωφροσυνης ο παρ υμιν A | βεβαια απο- δεδ. πιστει U+05D0 | αποδεδειγμενος Bᵃᵇ⁽ᵛⁱᵈ⁾ A | βασιλεων U+05D0* (-λειων U+05D0c.ᵃ) A | απε- νηνεγμενος] απενεγκαμενος A 4 επεδειξεν (-διξ. U+05D0)] υπεδ. U+05D0c.a A | om εν πασαις U+05D0* (hab U+05D0c.a ᵐᵍ) | ανεμεμιχθε U+05D0* (αναμεμ.U+05D0c.ᵃ) | αντιθετον] αντιτυπον U+05D0A | παραπεμποντες U+05D0* (.τας U+05D0c.a) | προσταγματα B* vid] διαταγματα Bᵃᵇ (δια sup ras) U+05D0A | κα|κατευθυνομενην A | συναρχειαν U+05D0Α 5 το εθνος] om το A)

763
ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ [*](Β) κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον, καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθίας τυγχάνειν·

προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἁμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν, πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Ἀδὰρ τοῦ ἐνεστῶτος ἔτους,

ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πρά γματα.