Esther

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις Ἀρταξέρξου, οὗτος ὁ Ἀρταξέρξης ἀπὸ τῆς Ἰνδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν.

ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς Ἀρταξέρξης ἐν Σούσοις τῇ πόλει,

ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς ΙΙερσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν.

καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα·

ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως,

κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις [*](U+05D0Α) [*](11 τη καρδια] om τη A | om και 3⁰ U+05D0* (superscr κ U+05D0c.a) | ηθελησεν A | επιγνωναι αυτο] επιγνωναι (επιγνουναι U+05D0* -γνων. U+05D0c.a) αυτον U+05D0 αυτο επι- γνωναι A | της νυκτος] om της A 12 ησυχαζεν U+05D0c.ᵃ | Θαρα U+05D0*ᵛⁱᵈ (-ρρας U+05D0c.ᵃ) 13 ηκουσε U+05D0* (-σεν U+05D0c.ᵇ) | τε BU+05D0*c.b] δε U+05D0c.a ᵛⁱᵈ γαρ A | τους λογισ | μους αυτων A | εξηρευνησε Bᵇ | ετοιμαζουσι U+05D0 | Αρταξερξει U+05D0A | τω βασιλει (2⁰)] τω sup ras A? 14 εξητασεν] σ sup ras Aᵃ | απηχθησαν] εξηχθησαν U+05D0*c.ᵇ (απηχθ. U+05D0c.ᵃ) A 16 αυτω] Μαρδοχαιω U+05D0c.ᵇ ᵐᵍ A | τουτων U+05D0c.b] αυτων U+05D0c.aA 17 Αμαδαθου] Αμαναδαθου B* ᵛⁱᵈ Ναμαναδ. ut vid Bᵇ (fort) (Αμαδ. Bᵃ?ᵇ) Αμαθαδου A | λαον α sup ras Bᵃ Ι 1 ο Αρταξερξης] om ο A | Ινδικης] + εως Αιθιοπιας U+05D0c.a ⁽ᵐᵍ) 2 αυταις] ταυταις A | εθρονισθη] ενεθρο- νισθη U+05D0c.a | om ο βασιλευς Αρταξερξης U+05D0* (hab U+05D0c.a mg inf) Αρταξ. ο βασιλευς A 3 εποιησεν δοχην U+05D0c.ᵃ | και τοις αρχουσιν] και τοις α sup ras Aᵃ | αρχουσι | U+05D0Aᵛⁱᵈ 4 om μετα 2⁰ U+05D0* (superscr U+05D0?) | αυτου 1⁰] του sup ras Aᵃ? | του πλου- του] pr και U+05D0* (improb και U+05D0?) | εν ημεραις] επι ημερας U+05D0 ημερας A 5 γαμου] ποτου U+05D0c.a mg A | πολιν] + απο μεγαλου κ εως μικρου ποτον U+05D0c.a ᵐᵍ inf | om επι A | οικου] pr του U+05D0A 6 κεκοσμημενω U+05D0* (-νη U+05D0c.ᵃ) A | καρπασιοις U+05D0?)

757
τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς [*](B) καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλίναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου, καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ῥόδα πεπασμένα·

ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.

ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο· οὕτως δὲ ἠθέλησεν ὁ βασιλεύς, καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.

καὶ Ἀστιν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις ὅπου ὁ βασιλεὺς Ἀρταξέρξης.

ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπεν τῷ Ἀμὰν καὶ Μαζὰν καὶ Φαρρὰ καὶ Βωραζὴ καὶ Ζαθολθὰ καὶ Ἀββαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως Ἀρταξέρξου,

εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς· ὅτι καλὴ ἦν.

καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Ἀστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη,

καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Κατὰ ταῦτα ἐλάλησεν Ἀστιν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.

καὶ προσῆλθεν αὐτῷ Ἀρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ,

καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Ἀστιν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ [*](6 τεταγμενοις U+05D0* (τεταμ. U+05D0?) | χρυσαι] χρυσοις U+05D0* (-σαι U+05D0c.a) | αργυραι] αρ- U+05D0A γυροις U+05D0* (-ραις U+05D0c.ᵃ) | λιθοστρωτους A | σμαραγδιτου (διτου sup ras Bᵃᵇ) λιθ. και πιννινου και παρινου λιθου] σμ. λιθου και πινινου λιθου U+05D0* σμ. και παρινου λιθου U+05D0c.a σμαραγδου και παρινου και πινινου λιθου A | στρωμναι διαφανις] στρ. επιφανις U+05D0* (.νεις U+05D0c.a) στρωμνης επιφανους A | διηνθεισμενης A | κυκλω] pr και A | ροδα] δορα A | πεπλασμενα U+05D0* (πεπασμ. U+05D0?) 7 ανθρακιον U+05D0* (-κινον U+05D0?) | κυλικινον U+05D0* (-κιον U+05D0?) | οινος] pr κ U+05D0c.a 8 om ουτος U+05D0c.ᵃA | om ου U+05D0* (superscr U+05D0c.ᵃ) | εγενετο] εγεινετο A | ουτω U+05D0 | δε 2⁰] γαρ A 9 εποιησεν A | Αρταξερξης A 10 ο βασιλευς γενομενος A | Μαζαν] Βαζαν U+05D0c.a Βαζεα A | Θαρρα και Βωραζη] Οαρεβωα (sic) A | Ζαθολθα] Ζηβα- θαθα A | Θαραβα] Θαβαζ A | om Αρταξερξου U+05D0* (hab U+05D0c.ᵃ) 11 περι- θειναι αυτη το διαδημα και βασιλευειν αυτην U+05D0c.ᵃ | τοις αρχουσιν] pr πασιν U+05D0 (-σι) A 12 αυτου] αυτων U+05D0c.aA | om Αστιν U+05D0* (superscr A. U+05D0c.ᵃ) | ελθειν] |εισελθειν U+05D0* ελθειν κατα το ρημα του βασιλεως U+05D0c.a ᵐᵍ | ελυπηθη] ωργισθη U+05D0 | ωργισθη] ελυπηθη U+05D0 + κ εξεκαυθη εν αυτω U+05D0c.a ᵐᵍ 13 ειπεν] + ο βασιλευς U+05D0c.aA | αυτου] εαυτου A | ελαλησεν] pr α U+05D0* (improb α U+05D0?) 14 Αρκεσαος U+05D0* (-σαιος U+05D0c.ᵃ) | Σαρσαθαιος] Σαρεσθεος A)

758
[*](B) τῶν εὐνούχων.

καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας Oὐ τὸν βασιλέα μόνον ἠδίκησεν Ἀστιν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως.

καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσσης, καὶ ὡς ἀντεῖπεν τῷ βασιλεῖ. ὡς οὖν ἀντεῖπεν τῷ βασιλεῖ Ἀρταξέρξῃ,

οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπʼ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.

εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικὸν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν, καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.

καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.