Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες Χεὶρ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐνκαταλείποντας αὐτόν.

καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.

καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραιά, Ἁσαβιά, καὶ μετʼ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δώδεκα.

καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι.

καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατόν, καὶ τάλαντα χρυσίου ἑκατόν·

καὶ καφουδὴθ χρυσοῖ εἴκοσι εἰς τὴυ ὁδὸν χαμανεὶμ χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα, ἐπιθυμητὰ ἐν χρυσίῳ.

καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς ἅγιοι τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ἡμῶν·

ἀγρυπνεῖτε καὶ τηρεῖτε, ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἰερουσαλήμ, εἰς σκηνὰς οἴκου Κυρίου.

καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευεῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν, ἐνεγκεῖν εἰς Ἰερουσαλὴμ εἰς οἶκον θεοῦ ἡμῶν.

Καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Θουέ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἰερουσαλήμ· καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφʼ ἡμῖν, καὶ ἐρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.

καὶ ἤλθομεν εἰς Ἰερουσαλήμ, καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.

καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μερειμὼθ υἱοῦ Οὐρεία τοῦ ἱερέως, καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ υἱὸς Φεινεές, [*](A) [*](20 om και 3° A 21 Θουε] Αουε A 22 ησχυνθην] seq ras 1 lit in A | ειπομεν Avid | θεου] pr του A | εγκαταλειποντας BᵃᵇA 23 του θεου] om του A 24 Ασαβια] Σαβια A vid | δωδεκα] δεκα Avid 25 συμβουλοι] συμβολοι A*vid (ουλο sup ras A?) 26 om και 2⁰ A 27 καφουδηθ] καφουρη A | χρυσοι] χρυσαιοι A | χαμανειμ] δραχμων· ειν A 28 κυριω 1⁰] + θω A | αγια] pr τα (superscr) Bᵃᵇ | ημων] υμων A 29 αρχοντων 1° pr των A 31 Θουε B*vid| Αουε B? (A sup ras) A pr του A | τη δωδε- κατη] om τη A | πρωιου] π sup ras B? 33 εστησαμεν] αμ sup ras Aᵃ | Μερειμωθ] Μαριμωθ Avid | Ουρια BᵇA)

177
καὶ μετʼ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νοαδεὶ ἀπὸ Ἐβανναιὰ οἱ [*](Β) Λευεῖται·

ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ

διελθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ἰσραήλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενήκοντα ἕξ, ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτωμάτααον.

καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ.