Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ· καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Ἀμμανεῖται καὶ Μωαβεῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος,

ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι, καὶ ἐμισθώσαντο ἐπʼ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν.

καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχαρίσθησαν πᾶς ἐπίμικτος ἐν Ἰσραήλ.

Καὶ πρὸ τούτου Ἐλιασεὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβιά.

καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν τὸ πρότερον διδόντες τὴν μαναὰμ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν [*](43 αυτους] + ευφροσυνη U+05D0c.a ᵐᵍ | om ουτων 1° U+05D0c.a | η ευφρ.] om η A | εν U+05D0A 2°] pr η U+05D0c.a 44 κατεστησεν U+05D0* (-σαν U+05D0*(vid) | μεριδας] + του νομου U+05D0c.a ⁽ᵐᵍ) | ιερευσιν U+05D0A | Λευιταις U+05D0A | ευφροσυνη] + ην U+05D0A | επι 2°] pr και U+05D0A | τοις ιερ. A* (τους ιερ. A) | τοις Λευειταις B* τους Λευειτας BᵃᵇU+05D0 τους Λευιτας A 45 εφυλαξεν U+05D0* (-ξαν U+05D0a (vid) | ουτων] εαυτων A | 0m και 2° A 46 αρχης] seq parva ras in B 47 και πας] pr και πας Ισλ᾿ εν ημε|ραις΅ (sic) διδοντες μεριδας των αδοντω| και υμνον και αι|νεσιν τω θω U+05D0* (om U+05D0?) | Ζοροβαβελ] + ӄ εν ταις ημεραις Νεεμιου U+05D0c.a και εν τ.| ημ. Νεεμια A | Λευιταις, Λευιται U+05D0A XXIII 1 βιβλω U+05D0* (βιβλιω U+05D0a (vid)) | γεγραμμενον] pr το U+05D0* (om U+05D0?) | om μη U+05D0* (superscr U+05D0ᵃ) | Αμμωνιται U+05D0* Αμμανιται U+05D0a (vid)A | Μωα- βιται A | εν 5°] εις U+05D0c.a (ᵐᵍ) vid | εκκλησιαν U+05D0c.a | θεου] κυ U+05D0* του θῡ U+05D0c.aA 2 εστρεψεν] επεστρεψεν A 3 Ισραηλ] Ιλημ A* (ras μ A?) 4 ενγειων B εν Σιων U+05D0*vid εγγιων U+05D0?A | Τωβια] seq ras in B 5 εαυτω] αυτω A 5—7 om γαζοφυλακιον...ποιησαι αυτω B* (hab Bᵃ?ᵇ? ᵐᵍ inf) 5 το προ- τερον] om το U+05D0A | μανααν U+05D0A | om οινου και του U+05D0* (hab U+05D0c.a ᵐᵍ))

210
[*](B) Λευειτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχαὶ τῶν ἱερέων.

καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ἰερουσαλήμ, ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Ἀρσασαθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα, καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην τὸν βασιλέα,

καὶ ἦλθον εἰς Ἰερουσαλήμ· καὶ συνῆκα ἐν πονηρίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ.

καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκον Τωβία ἀπὸ τοῦ γαζοφυλακίου·

καὶ εἶπα, καὶ ἐκαθάρισα τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ, τὴν μαννὰ καὶ τὸν λίβανον.

Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευειτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευεῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον.

καὶ ἐμαχεσάμην καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ; καὶ συνήγαγον αὐτούς, καὶ ἔστησαν αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν.

καὶ πᾶς Ἰούδας ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυρούς,

ἐπὶ χεῖρα Σελεμιὰ τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαιὰ ἀπὸ τῶν Λευειτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν Ἁνὰν υἱὸς Ζακχοὺρ υἱὸς Ναθανιά, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπʼ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.

μνήσθητί μου ὁ θεὸς ἐν αὐτῇ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ θεοῦ.

Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ· καὶ φέροντες δράγματα καὶ ἐπιγεμίζοντες ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντες εἰς Ἰερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν.

καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν [*](U+05D0A) [*](5 Λευιτων U+05D0A | απαρχαι] pr αι U+05D0 απαρχας A 6 τριακοστω] pr και U+05D0* (improb U+05D0?) | Αρσασαθα] Αρθασασθα A | τελος ημερων] το τ. τωl ημ. A | τον βασιλεα 2°] παρα του| βασιλεως A 7 πονηρια] pr τη U+05D0A | ποιησαι] pr η εποιησε| Ελισουβ (Ελιασ. U+05D0c.a?c.ᵇ?) Τωβι|α· U+05D0 pr η ε|ποιησεν Ελιασειβ· Τωβια A | του] τ sup ras Aᵃ? 8 απο] pr εξω U+05D0A 9 εκαθαρισαν U+05D0 εκαθερισαν A μαννα B* μανναειμ Bᵃᵇ βαανα U+05D0* μαανα U+05D0a μανααν A 10 εγνω U+05D0* (εγνων U+05D0c.a (vid) | Λευιτων, Λευιται U+05D0A | αυτου] εαυτου U+05D0 11 εμαχεσαμην] + τοις στρατηγοις U+05D0ᵐᵍ | ειπα] ειπον A | ενκατελιφθη U+05D0 | ο οικος] ο οι sup ras Aᵃ? | εστησα U+05D0A | τη στασει] om τη A 12 Ιουδα U+05D0A | του πυρου (πυρρου U+05D0*)] om του A 13 επι 1°] pr ӄ ενετειλαμην U+05D0c.a (ᵐᵍ) | χειρα 1°] χειρας BᵇU+05D0A | Σελεμια] Ἐλεμια Bᵇ Ιελεμια U+05D0 | Σαδωκ A | Λευιτων U+05D0A | Ααναν U+05D0 | Ναθανια] Μαθανα U+05D0* Μαθθανια U+05D0c.a Μαθθανιου A | αυτων 2°] εαυτων U+05D0c.a 14 ο θεος] + μου U+05D0c.a | εν αυτη] ενταυθα τη U+05D0* εν ταυτη U+05D0?A | om ο 2° U+05D0 (superscr U+05D0c.ᵃ) οτι A | Κυριου του θεου] θῡ κυ U+05D0* κυ θῡ U+05D0c.a A + ӄ εν ταις φυλακαις αυτου U+05D0c.a (ᵐᵍ) 15 ιδον A | τω σαββατω] om τω A | φεροντες 1°] φεροντας BᵃᵇU+05D0A | επιγεμιζοντες] επιγεμιζοντας BᵃᵇU+05D0a (vid) A | φεροντες 2°] φεροντας BᵃᵇU+05D0a (vid) A)

211
πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἰερου- [*](B) σαλήμ.

καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς Τίς ὁ λόγος ὁ πονηρὸς οὗτος ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου ;

οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην ; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραήλ, βεβηλῶσαι τὸ σάββατον ;

καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ἰερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ ἔκλεισα τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ὀπίσω τοῦ σαββάτου· καὶ ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου.

καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἰερουσαλὴμ ἅπαξ καὶ δίς.