Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἐκ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀποίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ Ἰουδὰ ἀνὴρ εἰς πόλιν αὐτοῦ·

οἳ ἦλθον μετὰ Ζοροβαβέλ, Ἰησοῦς, Νεέμιος, Ἀραίας. Ῥεελειά, Μαραθχαῖος, Βασφάμ, Μαλσάρ, Βατουσί, Βαλλειά. ἀνδρῶν ἀριθμὸς Ἰσραήλ·

υἱοὶ Φαρές, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.

καὶ υἱοὶ Ἀσάφ, τετρακόσιοι ἑβδομήκοντα δύο·

υἱοὶ Ἠρά, ἑπτακόσιοι ἑβδομήκοντα πέντε·

υἱοὶ Φαλαβμωάβ, τοῖς υἱοῖς Ἰησοῦε Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα δύο·

υἱοὶ Μαλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ζαθουά, ἐννακόσιοι τεσσεράκοντα πέντε·

υἱοὶ Ζακχού, ἑπτακόσιοι ἐξήκοντα·

υἱοὶ Βανού, ἑξακόσιοι τεσσεράκοντα δύο·

υἱοὶ Βαβεί, ἑξακόσιοι εἴκοσι τρεῖς·

υἱοὶ Ἀσγάδ, τρισχίλιοι διακόσιοι εἴκοσι δύο·

υἱοὶ Ἀδωνικάν, ἑξακόσιοι ἐξήκοντα ἕξ· 14υἱοὶ Βαογεί, δισχίλιοι πεντήκοντα ἕξ·

υἱοὶ Ἀδίν, τετρακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ἀτὴρ τῷ Ἑζεκίᾳ, ἐνενήκοντα δύο·

υἱοὶ Βασού, τριακόσιοι εἴκοσι τρεῖς·

υἱοὶ Οὐρά, ἑκατὸν δέκα δύο.

υἱοὶ Ἁσέμ, διακόσιοι εἴκοσι τρεῖς·

υἱοὶ Ταβέρ, ἐνενήκοντα πέντε·

[*](8 Σαβανασαρ] Σασαβασσαρω A | αρχοντι] pr τω A 9 om Κυριω A | A κω· χρυσοι B | χρυσοι] pr ψυκτηρες A | αργυροι] pr ψυκτηρες A | παρηγμενα] παρηλλα|γμενα A 10 κεφφουρης] χεφουρη (ε sup ras Aᵃ?) A | χρυσεοι A | om εξ A | om και 2⁰ A | σκευητερα B* (ε superscr Bᵃᵇ et post ε ras aliq B?) 11 τετρακοσια] α 2⁰ sup ras A | αναβαινοντα] τα αναβ. μετα Σασαβασσαρ] A | αποκιας B* (item II 1) II 1 υιοι] pr οι A | εκ] απο A | επεστρεψαν A | πολι B* (πολιν Bᵃᵇ [λι sup ras ut vid B?]) 2 Νεεμιας A | Αραιας] Σαραιας Aᵃ? | Ρεελιας A | Μαραθχαιος] Μαρδοχαιος A | Βασφαμ] Βα|λασαμ A | Μαλσαρ Μασφαρ A | Βατουσι| Βαγουα· Ιρεουμʼ· A | Βαλλεια] Βαανα A | αριθμος] + λαου A 3 Φαρες] Φορος Avid 4 om και A | Ασαφ] Σαφατια A | τετρακοσιοι] τριακοσιοι A 5 Ηρα] Αρες A 6 Φαλαβμω- αβ] Φααθμωαβ A | Ιωβαβ] Ιωαβ A 7 Μαλαμ| Αιλαμ A 8 Ζαθθουα A | τεσσαρακοντα Bᵇ (item 10, 24. 25. 34. 38, 41, 66) ακ sup ras Aᵃ 9 Ζακχαν Avid 10 Βανουι A 11 Βαβαι A 12 Ασγαδ] Αβγαδ A | τρεισ- χειλιοι B* (τρισχιλ. Bᵇ)] χιλιοι A 13 Αδωνικαμ A 14 Βαογει] Bαγουα Avid 15 Αδδιν A | τεσσερας B* τεσσερες Bᵃ τεσσαρες BᵇA (τε sup ras Aᵃ) 16 ενενηκοντα Bᵃ (ins ε 2⁰: sup ras η et ντ) A] εννακοσιοι B*ᵛⁱᵈ | δυο] οκτω A 17 Βασσου A 18 Ουρα] Ιωρα A 19 Ασεμ] Ασουμ A 20 Ταβερ] Γαβερ A)
164
[*](B)

υἱοὶ Βαρθαλέεμ, ἑκατὸν εἴκοσι τρεῖς· ²²υἱοὶ Νετωφά, πεντήκοντα ἕξ·