Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρου ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον τῶν ἀνδρῶν καὶ γυναικῶν· καὶ ἐπέδωκαν πάντα τὸν νοῦν εἰς τὸν νόμον.

[*](A)[*](28 Ζεραλιας] Ζαρδαιας A 29 om και 10 A | Ζαβδος] Ωζαβαδος A | Εμαθεις A 30 om και 1⁰ A 31 Αδδειν Λαθος] Αδδι· | Νααθος A | Μοοσσειας] Μοος· Σιας A | Ναειδος A | Βεσκασπασμυς] Ματθανιας· A | Βαλνουος A 32 Αννας A | Ελιωνας A | Μελχιας A | Χοσομαιος A 33 Μαλτανναιος] Αλτανναιος A | Σαβανναιους] Βανναιους A | Μανασσῆς A | Σεμει A 34 Βαανι A | Μομδεις A | Μαηρος] Ισμαηρος A | Μανδαι A | Πεδιας] Παιδειας A | Καραβασιων A | Ενασιβος A | Μαμνιταναι|μος A | Εδιαλεις] Ελιαλει) A | Σεσσεις A | Εζριλ A | Αζαηλ A | Ζαμβρις A | Φοσηπος] Ιωσηφος A 35 εκ] pr και A | Οομα Ζειτιας] υιων Νο||ομα· Μαζιτιας A | Ηδος] Ηδαις A | Ουηλ] Ιουηλ A 36 συνωκησαν γυναιξιν αλλογενεσιν] συνωκισαν γυναι|κας αλλογενεις A 37 του εβδομου μηνος] του μηνος του εβδομου A΄ 38 ιερου] pr του A 39 ιερει] αρχιερει A | Μωσεως] Μω|υση A | θεου] pr κυ A 40 εδοκιμασεν Β (εκομισεν A) | ιερευσιν Bᵇ?c?A | τον νομον] του νομου A 41 ανεγιγνωσκεν A | προ] ο sup ras A ᵃ? (πρω A* vid) | ευρυχωρω A | απο] εξ A | μεσημβρινου] μεσου ημερας A | και 20] pr τε A | πανια] παν το πληθος A)
161

καὶ ἔστη Ἔσρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνοῦ [*](Β) νοῦ βήματος τοῦ κατασ κευασθέντος·

καὶ ἔστησεν αὐτῷ Ματταθίας, Σαμμού, Ἀνανίας, Ἀζαρίας, Οὐρείας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν.

καὶ ἐξ εὐωνύμων Φαλαδαῖος, Μεισαήλ, Μελχείας, Λωθάσουβος, Ναβαρείας, Ζαχαρίας.

καὶ ἀναλαβὼν Ἔσρας τὸ βιβλίον τοῦ πλήθους ἐνώπιον, προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων,

καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἀζαρίας τῷ ὑψίστῳ θεῷ Παντοκράτορι,

καὶ ἐφώνησεν πᾶν τὸ πλῆθος Ἀμήν, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ θεῷ.

Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας, Ἰάδεινος, Ἰαρσούβοος, Ἀβταῖος, Aὑταίας, Μαιάννας καὶ Καλείτας, Ἀζαρίας, Κατέθζαβδος, Ἅννιας, Φαλίας, οἱ Λευεῖται, (49)ἐδίδασκον τὸν νόμον Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῖ κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.

Καὶ εἶπεν Ἀτταρατὴ Ἔσρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευείταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας

Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τὸν νόμον·

βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν.

ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίη, καὶ μὴ λυπεῖσθε· ὁ γὰρ κύριος δοξάσει ὑμᾶς.

καὶ οἱ Λευεῖται ἐκέλευον τῷ δήμῳ πάντα λέγοντες Ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.

καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν, καὶ εὐφρανθῆναι μεγάλως·

ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν. καὶ ἐπισυνήχθησαν.