Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ> συναγαγὼν αὐτοὺς ἐπὶ τὸν λεγόμενον Ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.

καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευειτῶν οὐχ εὑρὼν ἐκεῖ

ἀπέστειλα πρὸς Ἐλεάζαρον καὶ Ἰδούηλον καὶ Μαασμᾶν καὶ Ἐναατὰν καὶ Σαμαίαν καὶ Ἰώριβον, Ναθάν, Ἐννατάν, Ζαχαρίαν καὶ Μεσολαβών, τοὺς ἡγουμένους καὶ ἐπιστήμονας,

καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λααδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ γαζοφυλακίου,

ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Λοδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσαντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν,

ἄνδρα ἐπιστήμονα, τῶν υἱῶν Μοολεὶ τοῦ Λευεὶ τοῦ Ἰσραὴλ Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφοὺς δέκα·

οἱ ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἵκοσι ἄνδρες·

καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυείδ, καὶ οἱ ήγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευειτῶν, ἱερόδουλοι, διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ὀνοματογραφία.

καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι κυρίου ἡμῶν,

ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς τέκνοις ἡμῶν καὶ κτήνεσιν.

ἐνετράπην γὰρ ἱππεῖς καὶ πεζοὺς προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντίους ἡμῖν.

εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.

καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.

καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Ἐσερεβίαν καὶ Ἀσσαμίαν, [*](A) [*](40 Bαναι Ουτου Ιστακαλκου] Βαγο· Ουθι ο του Ισταλκουρου A 41 συνα- γαγων] συνηγαγον A | ποταμον] pr Θεραν A 42 ιερεων] υιων των ιεραιων A 43 Ενααταν] Ελναθαν A | Μεσολαβων] Μοσολλαμον A 44 Αααδαιον] Δολδαιον A | γαζοφυλακιου] pr του A 45 διαλεγηναι] διαλεχθηναι A | Αοδαιω] Δολδαιω A | ιερατευσοντας Bᵃᵇ | τω οικω] τοπω A 46 ανδρα επιστημονα] και ηγαγεν ημιν κατα την κραται|αν χειρα του κυ ημων ανδρας επιστημονας A | Μοολι A | Λευι A | υιους] + αυτου A | δεκα] οντας (sup ras A ᵃ) δεκα οκτω A 47 οι 1⁰] και Ασεβιαν· και Αννουνον·] και Ωσαιαν αδελφον A | Χανουναιου και sup ras A ᵃ? | ανδρες εικοσι A 48 ιερο- δουλους διακοσιους A | εικοσι] pr και A | εσημανθη] ονομασθη A | ονοματο- γραφια] pr η A 49 ηυξαμην A | τοις νεανισκοις νηστιαν A | κυριου] + του θυ A 50 τεκνοις] pr συνουσειν (sic) ημιν A 51 ιππεις και πεζους] αι|τησαι τον βασιλεα πεζζους (sic) τε | και ιππεις και A | ασφαλιας A | εναντιους] εναντιουμενους A 53 πανια] κατα A | ετυχομεν ευιλατου] ιλατου (ιλαστου A ᵃ?) ετυχομεν A 54 ανδρας 1⁰] α 2⁰ sup ras Aᵃ | δεκα δυο] δωδεκα A | Ασαμιαν A)

155
καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα.

καὶ [*](Β) ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν· οὕτως ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ μεγιστᾶνες καὶ πᾶς Ἰσραήλ.

καὶ παρέδωκεν αὐτοῖς στήσας τάλαντα ἀργυρίου ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρυσίου ταλάντων ἑκατόν, (58)χρυσώματα εἴκοσι, καὶ σκεύη χαλκᾶ ἀπὸ χαλκοῦ χρηστοῦ στίλβοντα σκεύη δέκα.

καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ, κυρίῳ τῶν πατέρων ἡμῶν.

ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ἐν τοῖς παστοφορίοις τοῦ οἵκου τοῦ κυρίου ἡμῶν.

καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἰερουσαλὴμ ἤνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.

Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ τόπου Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως ἤλθοσαν εἰς Ἰερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ· καὶ ἦλθον εἰς Ἰερουσαλήμ.