Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἰ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.

καὶ Δαρεῖος συναπέστειλεν μετʼ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἰερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν.

καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες· καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετʼ ἐκείνων.

Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.

οἱ ἱερεῖς υἱοὶ Φινεές υἱοὶ Ἀαρών, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακεὶμ ὁ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυείδ, ἐκ τῆς γενεᾶς Φάρες, φυλῆς δὲ Ἰούδα,

ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περκῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν [*](53 τε και τοις τε | και τοις B* (improb postea ras και τοις τε Bᵃ) | πασιν τ. A ιερευσιν A 55 της πμερας] om της A | om η BA 56 πασιν τ. φρου- ρουσιν A (φρουρουl sup ras A ᵃ) | εγραψεν A 57 εχωρισεν] εξεχωρησεν A 58 ηυλογησεν A 59 νικη] pr η A | ση] σου A 60 σοι] σ sup ras Aᵃ 62 ηυλογησαν A V 1 α|βηναι B*vid (αναβ. B? ) | οικου] σικων A | θυ- γατερες] +αυτων A | παιδισκαι] + αυτων A 2 Δαριος A 3 αυτοις] αυτους A 5 υιοι 1⁰] pr οι A 6 Δαριου A)

142
[*](Β) τοῦ πρώτου μηνός.

εἰσὶν δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετοίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα,

καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ (8)καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνήνιος. Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Βορολείου, Ῥοείμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.

ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορός, ἑβδομήκοντα δύο χιλιάδες·

υἱοὶ Ἀρές, ἑπτακόσιοι πεντήκοντα ἕξ,

υἱοὶ Φθαλειμωάβ, εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ῥοβοάβ, δισχλιοι ὀκτακόσιοι δύο·

υἱοὶ Ἰωλάμου, δύο· υἱοὶ Ζατόν, ἐννακόσιοι ἑβδομήκοντα· υἱοὶ Χορβέ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανεί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ·

υἱοὶ Βηβαί, ἑξακόσιοι τριάκοντα τρεῖς· υἱοὶ Ἀργαί, χίλιοι τριακόσιοι εἴκοσι δύο·

υἱοὶ Ἀδωνεικάμ, τριάκοντα ἑπτά· υἱοὶ Βοσαί, δισχίλιοι ἐξακόσιοι ἕξ· υἱοὶ Ἀδειλίου, τετρακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ἀζὴρ Ἐζεκίου, υἱοὶ Κειλὰν καὶ Ἀζητάς, ἐξήκοντα ἑπτά· υἱοὶ Ἀζάρου, τετρακόσιοι τριάκοντα δύο·

υἱοὶ Ἁννείς, ἑκατὸν εἷς· υἱοὶ Ἀρόμ, υἱοὶ Βασσαί, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀρσειφουρείθ,

υἱοὶ Βαιτηροῦς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Ῥαγεθλωμῶν, ἑκατὸν εἴκοσι τρεῖς·

οἱ ἐκ Νετέβας, πεντήκοντα πέντε· οἱ ἐξ Ἐνάτου, ἑκατὸν πεντήκοντα ὀκτώ· οἱ ἐκ Βαιτασμῶν Ζαμμώθ·

οἱ ἐκ Καρταθειαρειός, εἴκοσι πέντε· οἱ ἐκ Πείρας καὶ Βηρόγ, ἑπτακόσιοι·

οἱ Καδιάσαι καὶ Ἁμμίδιοι, τετρακόσιοι [*](A) [*](7 om οι 1⁰A | μετωκισεν A 8 επεστρεψαν BᵃᵇA | μετα] μ sup ras A ᵃ? | Ζοροβαβελ] α sup ras Aᵃ | Ιησους A | Ζαρεου A | Ενηνιος] pr vid Μαιαινα- μινιος Bᵃᵇ ᵐᵍ Ενηνιου A | Βορολειου] Ρεελιου A | Ροειμου] Ρομελιου (ομελιου sup ras) Aᵃ 9 χιλιαδες] + 5 ροβ΄| υιοι Ασαφ τοβ΄ Bᵃᵇᵐᵍ+ και εκατον εβδο- μηκοντα δυο· υιοι Σαφατʼ· τετρακοσιοι εβδομη|κοντα δυο· A 11 Φθαλειμ.] Φααθ᾿ μ. A | του υιου B | Ροβοαβ Ιωαβ A | δυο] pr δεκα A 12 Ιωλαμου] Ηλαμ A | δυο] χιλιοι διακοσιοι| πεντηκοντα τεσσαρες A | Ζατον] Ζαθθουι A | εννακοσιοι improb vid A ᵃ? | εβδομηκοντα] τεσσερακοτα πεντε A | εξακοσιοι] εξακοσι B* (+ οι B ᵃᵇ ᵐᵍ) | τεσσερακοντα] τεσσαρακ. Bb (item 22, 25 4 1. 42) ο sup ras A¹ 13 τριακοντα] εικοσι A | Αργαι] Aστααʼ] A | χιλιοι τριακοσιοι] τρισχιλιοι εξακοσιοι A 14 Αδωνικαμ A | τριακοντα επτα] εξακοσιοι τεσσερακοντα επτα A | Βοσαι] δαγοι A | εξακοσιοι] εξηκοντα A | Αδειλιου] Αδινου A | τετρακοσιοι] τετρακοσι B* (οι superscr B ᵇ?c? 15 Αζηρ] Ατηρ A | Εζεκιου] + ενενηκοντα δυο A | Κιλαν A | Αζαρου] Αζουρου A 16 Αν- νιας A | Bασσα A | Αρσιφρουρειθ A + εκατον δεκα δυο·| A 17 τρεισχ. B* (τρισχ. B ᵇ) | Ραγεθλωμων] Βαιθλωμων A 18 Νετεβας] Νετωφαε A | Ενα- του] Αναθωθ A | Βαιτασμων Ζαμμωθ] Βαιθασμωθ A + τεσσερακοντα δυο A 19 οι εκ (1⁰) A] ει Β | Καριαθιαριος A | Πειρας] Καφιρας A | Βηρογ] Βηρωθ (?Βηρωε) A | επτακοσιοι] +τεσσερακοντα τρεις A 20 οι 1⁰] ου A* (improb υ A ᵃ?) | Χαδιασαι] Καδʼασαι Avid | Αμμιδαιοι A)

143
εἴκοσι δύο· οἱ ἐκ Κειράμας Κάββης, ἑξακόσιοι εἵκοσι εἷς·