Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ὡς συνετέλεσεν Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησεν τὸν οἶκον.

καὶ οὐκ ἡδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησεν δόξα Κυρίου τὸν οἶκον.

καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἑρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον· καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴυ γῆν ἐπὶ τὸ λιθό. στρατπον, καὶ προσεκύνησαν καὶ ᾔνουυ τῷ κυρίῳ

  • Ὅτι ἀγαθόν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι Κυρίου.

    καὶ ἐθυσίασεν Σαλωμὼν τὴν θυσίαν, μόσχων εἵκοσι καὶ δύο χιλιάδες· καὶ ἐνεκαίνισεν τὸν οἶκον τοῦ θεοῦ ὁ βασιλεύς· καὶ πᾶς ὁ λαὸς

    καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ [*](36 εσται] εστιν A | om αυτους A 37 επιστρεψουσιν A (bis: item A 38) 38 εν ολη (10) Aᵃ?ᵐᵍ (om A*) | καρδια] καρδια ουτων sup ras Aᵃ (om ουτων A* vid) | προσευξωνται A | οικοδομησα A 41 ιερεις] pr οι A 42 σου] pr του χριστου| A V II 1 Σαλωμων] Σολομων A (item 5) 3 οι υιοι] om οι A | επεσαν A 5 χιλιαδες] χιλιαδας A + και βοσκηματων] εκατον και εικοσι χιλιαδας· A 6 ουτων 10] εαυτων A)

    72
    [*](B)Λευεῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυεὶδ τοῦ βοσιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυεὶδ διὰ χειρὸς αὐτῶν· καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς.

    καὶ ἡγίασεν Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σαοτηρίαον, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὁ ἐποίησεν Σαλωμὼν οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτάματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα.

    καὶ ἐποίησεν Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἱμὰθ καὶ ἕως χειμάρρου Αἰγύπτου.

    καὶ ἐποίησεν ἐν τῆ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐνκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν,

    καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν Κύριος τῷ Δαυεὶδ καὶ τῷ Σαλωμὼν καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.

    Καὶ συνετέλεσεν Σαλαομῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντα ὅσα ἐποίησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ εὐοδώθη.

    καὶ ὤφθη ὁ θεὸς τῷ Σαλωμὼν τὴν νύκτα καὶ εἶπεν αὐτῷ Ἤκουσα τῆς προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.

    ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου,

    καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφʼ σὕς τὸ ὄνομά μου ἐπικέκληται ἐπʼ αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσαοπόν μου, καὶ ἀποστρέψαωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.

    υῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὥτά μου ἐπήκοα τῆς προσευχῆς τοῦ τόπου τούτου.

    καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.

    καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυεὶδ ὁ πατήρ σου, καὶ ποιήσῃς κατὰ πάντα ἄ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ [*](A) [*](6 Αευειται] Δ pro 4 B* vid Αευιται A 7 εξεποιει] εποιει A 9 εγκαι- νισμον BᵃᵇA | επτα| ημερας εποιησεν A 10 εικοστη] εικαδι A 11 εποιησεν] sigma v l prae se fort B ?tex et mg ηθελησεν A | ευωδωθη Bᵃᵇ 12 θυσιας] του θυσιασαι A 13 συνσχω A 14 ζητησουσιν A 15 της προσευχης] τη προσευχη A 16 εως] επ A 17 om και τα προστα- γματα μου A)

    73
    κρίματά μου φυλάξῃ,

    καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας [*](B) σου ὡς διεθέμην Δαυεὶδ τῷ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.

    καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς, καὶ ἐνκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐυτολάς μου ἄς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσ- κυνήσητε αὐτοῖς,

    καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔθνεσιν.