Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν, πήχεααον εἴκοσι μῆκος, καὶ τὸ εὕρος πήχεω εἵκοσι· ὕψος πήχεων δέκα.

καὶ ἐποίησεν τὴν θάλασσαν χυτὴν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πήχεαυν πέντε τὸ ὕψος, καὶ τὸ κύκλωμα πήχεαον τριάκοντα.

καὶ ὁμοίωμα μόσχων ὑποκάτω αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χαονεύσει αὐτῶν,

ῇ ἐποίησαν αὐτοὺς δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν, καὶ οἱ τρεῖς δυσμάς, καὶ οἱ τρεῖς νότον, καὶ οἱ τρεῖς κατʼ ἀνατολάς· καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθα αὐτῶν ἔσω.

καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχλίους· καὶ ἐξετέλεσεν.

καὶ ἐποίησεν λουτῆρας δέκα, καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν, τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς· καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.

καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα [*](11 η μια πτερ.] η πτερ. η μια A | απτομενη 1⁰] απτομεναι β | χερουβειν A 2⁰] χερουβʼ A | ετερου] +(12) και η πτερυξ| του χερουβʼ· του ενος πηχεων πεντε| απτομενη του τοιχου του οικου| και η πτερυξ η ετερα πηχεων πεντε απτομενη της πτερυγος του χερουβʼ·| του ετερου·| Α 13 αι πτερ.] om αι A 14 υακινθου] pr εξ A 15 ταις κεφαλας (sic) A 16 σενσερωθ A | εδωκεν] εθηκεν A | επεθηκεν] εθηκεν A 17 τον ενα] om τον A V 1 πηχ. εικοσι (1⁰)] εικοσι πηχεων A | om εικοσι υψος A 2 πεντε πηχ. A 3 υποκατωθεν A | αυτης] ης sup ras Aa (αυτου A* vid) | δεκα πηχεις A | περιεχουσαι A | μοσχους] μοχλους B 4 δυσμας] pr βλεποντες A | νοτον] pr βλεποντες A | κατ ανατ.] pr βλεποντες A 5 χωρουσα A 6 εθηκεν] επεθηκεν A)

66
[*](B) αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν.

καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων· καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν·

καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην, καὶ θύρας τῇ αὐλῇ, καὶ θυρώματα αὐτῶν κατακεχαλκαομένα χαλκῷ.

καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι.

καὶ ἐποίησεν Κειρὰμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσεν Κειρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣυ ἐποίησεν Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ,

στύλους δύο καὶ ἐπʼ αὐτῶν γωλὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο, καὶ δίκτυα δύο συνκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρέθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων,

καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα, καὶ γένη ῥοίσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συνκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρὲθ ἄ ἐστιν ἐπάνω τῶν στύλων.

καὶ τὰς μεχωνὼθ ἐποίησεν δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχαονώθ,

καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς,

καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησεν Κειρὰμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου χαλκοῦ καθαροῦ.

ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς, ἐν οἴκῳ Σεχχὼθ καὶ Ἀναμεσιρδάθαι.

καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ.

καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου, καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας, καὶ ἐπʼ αὐτῶν ἄρτοι προθέσεως,

καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσίου καθαροῦ,