Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσὸρ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ, καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον θεὸν Ἰσραήλ.

καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυνεν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν, καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἰερουσαλήμ.

καὶ ἐξαπέστειλεν Κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρί, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ.

καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα [*](5 d ενεπλησεν] και ε|πλησεν A | εξολοθρ. Β? 6 απηγαγεν] ανηγαγεν A A 7 αυτου] εαυτου A 8 αυτου 1⁰, 2⁰] εαυτου A | γανοζαν A 9 οκτω] pr υιος A | ετων] pr και δεκα A | πονηρον bis scr A* ᵛiᵈ (ras 2⁰ A?) 10 επι- στραφεντος A | εισηνεγκεν] εισηγαγεν A | Σεδεκιαν] pr τον A 11 ενο- σεδεκ. B (ενος Σεδ. Bᵃᵇ) 13 αυτου 2⁰] εαυτου A 14 οι| οι ιερ. A | εν Ιερουσ.) ν Ιλημ sup ras A¹ 15 ο θς των πρων sap ras A¹ | χειρι] +προφητων A | αυτου 1⁰, 2⁰] εαυτου A | om αυτου 3° A 16 τους αγγελους] om τους A | εξουθενουντας A | ο θυμος] om ο A)

128
[*](B) Χαλδαίων, καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ παντα παρέδωκεν ἐν χερσὶν αὐτῶν.

καὶ πάντα τὰ σκεύη οἴκοίυ θηοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυρούς, καὶ πάντας τοῖς θησαυροὺς βασιλέως καὶ μεγιστάναων, καὶ πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.

καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου, καὶ κατέσκαψεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρί, καὶ πᾶν σκεῦος ὡραίον εἰς ἀφανισμόν.

καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἤσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων,

τοῦ πληραοθῆναι λόγον Κυρίου διὰ στόματος Ἰερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, εῖς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

---Ἔτους πρώτου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἰερεμίου, ἐξήγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν κηρῦξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων

Τάδε λέγει Κῦρος βασιλεὺς Χερσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς Ἔδαωκέν μοι Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἰερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ· τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ ; ἔσται ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβήτω.