Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

---Ὢυ ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τριάκοντα ἐν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά.

καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον, ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶυ ἄλσεων, καὶ ἀπὸ τῶν χαονευτῶν·

καὶ κατέσπασεν τὰ κατὰ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βααλεὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν, καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτά, καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς·

καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισεν τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλήμ,

καὶ ἐν πόλεσιν Ἐφράιμ καὶ Μανασσὴ καὶ Συμεὼν καὶ Νεφθαλεὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ.

καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια, καὶ τὰ εἴδωλα κατέκοψεν λεπτά, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραήλ, καὶ ἀπέστρεψεν εἰς Ἰερουσαλήμ.

Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, [ἀπέστειλεν] Σοφὰν υἱὸν Σελιὰ καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν Ἰουάχ υἱὸν Ἰωὰχ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ θεοῦ αὐτοῦ.

καὶ ἦλθον πρὸς Κελκείαν τὸν ἱερέα τὸν μέγαν, καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθέν εἰς οἶκον θεοῦ, ὁ συνήγαγον οἱ Λευεῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσὴ καὶ Ἐφράιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοιπου [*](A) [*](23 Μανασσης A | υιος] + αυτου A | πλημμελιαν A 25 επιτι- θεμενους A | Ἰωσιαν BᵇA XXXIV 1 Ἰωσιας BᵇA | βασιλευσοι] βασι-- λευειν A 2 αυτου] εαυτου A | και 4°] η A 3 δωδεκατω] δεκτω A | Ἰουδαν A 4 κατεσπασεν] κατεστρεψαν A | τα κατα πρ.] om τα A | τα επ αυτ.] om τα A 5 εκαθερισεν A | Ἰουδαν A 4 Νεφθαλειμ A 7 κατεκοφεν A | om πασης A | Ιερουσαλημ (Γλημ) seq ras 3 vel 4 litt in A 8 του καθαρισαι] pr οτε συνετελεσὲ A | οικον 1⁰] + της βασιλειας· απεστειλεν τον A | om απεστειλεν B | Μαασιαν A | πολεως] δυναμεως A | Ιουαχ] Ιωας A | Ιωαχ] Ἰωαχαζ A | αυτου 2⁰, 3⁰] εαυτου A 9 Χελκιαν BᵇA | ιερεαν A | εδωκεν A | θεου] κυ A)

121
ἐν Ἰσραὴλ καὶ υἱῶν Ἰούδα καὶ Βενιαμεὶν καὶ οἰκούντων [*](Β) ἐν Ἰερουσαλήμ.

καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ κατεσταμένοι ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα οἱ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι κατισχῦσαι τὸν οἶκον.

καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις, καὶ ἀγοράσαι λίθους τετρα- πέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους οὓς ἐξωλέθρευσαν βασιλεῖς Ἰούδα.

καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπʼ αὐτῶν ἐπίσκοποι Ἰὲ καὶ Ἀβδειὰ οἱ Λευεῖται ἐξ υἱῶν Μεραρεί, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καάθ ἐπισκοπεῖν, καὶ πᾶς Λευείτης πᾶς συνιῶν ἐν ὀργάνοις ᾠδῶν.

καὶ ἐπὶ τῶν νωτοφόραων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ, καὶ ἀπὸ τῶν Λευειτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.

καὶ ἐυ τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εδρευ Κελκείας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ.

καὶ ἀπεκρίθη Κελκείας καὶ εἶπεν πρὸς Σοφὰν τὸν γραμματέα Βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Κελκείας τὸ βιβλίον τῷ Σαφάν.

καὶ εἰσήνεγκεν Σοφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα, καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον Ιᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδαον σου τῶν ποιούνταων.

καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν ἐπὶ χεῖρα τῶν ἐπισκόπων τῶν ποιούντων ἐργασίαν.

καὶ ἀπήγγειλεν Σοφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λέγων Βιβλίον ὃ ἔδωκέν μοι Κελκείας ὁ ἱερεύς· καὶ ἀνέγναω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια οὐτοῦ.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκείᾳ καὶ τῷ Ἀχεικὰμ υἱῷ Σοφὰν καὶ τῷ Ἀβδοδὸμ υἱῷ Μειχαία καὶ τῷ Σοφὰν τῷ γραμματεῖ καὶ τῷ Ἰσαίᾳ παιδὶ τοῦ βασιλέως λέγων