Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀπέστειλεν Κύριος ἄγγελον· ἐξέτριψεν πᾶν δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν [*](A) [*](9στρατια A | Ιουδα 2⁰] Ἰουδαν A 10 λεγει] + Σενναχηρειμ A | τι] τινι A | καθησεσθε] καθησθαι A 11 om εις 2⁰ A | διψαν] θλιψιν A | ημων] υμων A 12 περιειλε A (?A*) | om εν A | προσκυνησεται A | αυτω] αυτου A | θυμια- σεται A 13 ο τι] τι A | εγω εποιησα A | πασιν A | εδυναντο A 14 τις εν πασιnon inst Bᵇ | πασιν A | εξωλοθρ. Bᵇ | ουτων] εαυτων A 15 αυτου] εαυτου A | ο θεος (2⁰)] om ο A 17 λαους ουτων] τους λ. εαυτων A | αυτου 2⁰] εαυτου A 18 λαον Ιερ.] Ιλημ και τον λαον A 19 θεον] pr τον A | om και 2⁰ A | | θεους λαων A] θυ Σαλωμων B | εργα A] εργων B 20 εβοησαν A 21 αγγε- λου B* (αγγελον B¹) | εξετριψεν] pr και Bᵃb (κ superscr) A | παν] παντα A)

117
τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης [*](B) προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαία.

καὶ ἔσωσεν Κύριος Ἐζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐκ χειρὸς Σενναχηρεὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων, καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.

καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατʼ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας ἕως θανάτου, καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ.

καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτῷ ἀπέδαωκεν Ἐζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπʼ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰουδὰ καὶ Ἰερουσαλήμ.

καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ. καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπʼ αὐτοὺς ὀργὴ θεοῦ ἐν ταῖς ἡμέραις Ἐζεκίου.

καὶ ἐγένετο τῷ Ἐζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα· καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου, καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητά,

καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου, καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια,

καὶ πόλεις ἃς ᾠκοδόμησεν αὐτῷ καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα.

αὐτὸς Ἐζεκίας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Σειὼν τὸ ἄναω, καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυείδ· καὶ εὐοδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

καὶ οὕτως τοῖς πρεσβύταις τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

καὶ τὰ κατάλοιπα τῶν λόγων Ἐζεκίου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἰσαίου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

καὶ [*](21 μετα αισ χ. προσ.] το| προσωπον μετα αισχυνης A | αυτου 1⁰] εαυτου A A | ηλθεν] εισηλθεν A | θεου] pr του A | αυτου 2⁰] εαυτου A | κατελαβον A*ᵛiᵈ (κατεβαλον Aᵇ) 22 om εν A | Aσσουρ] Aσσυριωl A | κυκλωθεν Ab (κυκλοθεν A*ᵛiᵈ) 23 υπερηρθη] υπηρθη A | μετα] pr και A (distinx ante μετα B ante και A) 24 εκειναις ηρ sup ras Aᵃ | αυτω 1⁰] αυτου BᵃᵇA 25 απεδωκεν] ανταπεδωκεν A | αλλα] αλλ A | Ἰουδαν A 26 αυτου] εαυτου A | θεου] κυ A 27 αυτω] εαυτω A 28 και 4°] +κωμας κ Bᵃᵇᵐᵍ+κωμας A 29 αυτω 1⁰] εαυτω A 30 Σειων] Σιων Bᵇ Γιων A | ευωδωθη Bᵃᵇ | πασιν A | αυτου] εαυτου A 31 πρεσβευταις BᵃᵇA | γης] και A | εγκα- τελειπεν A 32 καταλοιπα] λοιπα A | προφητια A)

118
[*](B) ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυείδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· και ἐβασίλευσεν Μανασσὴ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.