Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta, Paralipomenon II sive Chronicon II, Swete, Cambridge, 1896

Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις, καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς.

καὶ εἶδεν Ἐζεκίας ὅτι ἤκει Σενναχηρεὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἰερουσαλήμ.

καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἃ ἦν ἔξω τῆς πόλεως· καὶ συνεπίσχυσεν αὐτῷ.

καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως, λέγων Μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.

καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο, καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυείδ, καὶ κατεσκεύασεν ὅπλα πολλά.

καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων

Ισχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετʼ αὐτοῦ· ὅτι μεθʼ ἡμῶν πλείονες ἢ μετʼ αὐτοῦ.

μετʼ αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ θεὸς ἡμῶν, τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.

Καὶ μετὰ ταῦτα ἀπέστειλεν Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, [*](18 εγκαταλοχισαι Bᵃᵇ εν καταλοχιαις A | ηγνισαν το αγιον] ηγιασαν τον A αγ. A 20 του κυριου] om του A 21 ω] pr εν A | αυτου 1⁰] εαυτου A | ψυχης] pr της A | om και 4 A | ευωδωθη Bᵃᵇ X X X II 2 και το] κατα A 3 αυτου] εαυτου A | των δυνατων] om των A | συνεπισχυσαν A 4 βασιλευς] pr ο A 5 κατεσκαμμενον] κατεσπασμενον A 6 επι 1⁰] εις A | καρδιαν] pr την A 7 του εθνους] om του A 8 om μετ αυτου A 9 αυτου] εαυτου A 9 –28 (Ασσυριων...σιτου) retractavit spiritus et ac- centus adpinxit Aᵇ)

116
[*](B)καὶ αὐτὸς ἐπὶ Λαχεὶς καὶ πᾶσα ἡ στρατεία μετʼ αὐτοῦ, και ἀπέστειλεν πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰουδὰ τὸν ἐν Ἰερουσαλὴμ λέγων

Οὕτως λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ἐπὶ τί ὑμεῖς πεποίθατε; καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἰερουσαλήμ ;

οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν, λέγων Κύριος ὁ θεὸς ἡμῶν σώσει ὑμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ;

οὗτός ἐστιν Ἐζεκίας ὅς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ λέγων Κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπʼ αὐτῷ θυμιάσετε.

οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν μὴ δυνάμενοι ἡδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σώσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;

τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἡδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σώσαι ὑμᾶς ἐκ χειρός μου;

νῦν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, και μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.

καὶ ἔτι ἐλάλησαν παῖδες αὐτοῦ ἐπὶ Κύριον θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.

καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ἰσραήλ, καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου.

καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ ἐπὶ λαὸν Ἰερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους τοῦ βοηθῆσαι αὐτοῖς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.

καὶ ἐλάλησεν ἐπὶ θεὸν Ἰερουσαλὴμ καὶ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.

καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἰσαίας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησεν εἰς τὸν οὐρανόν.