Paralipomenon II sive Chronicon II
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
Καὶ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἰερουσαλὴμ ἐν ὄρει τοῦ Ἀμορειά, ο ὤφθη Κύριος τῷ Δαυεὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ ᾧ ἡτοίμασεν Δαυεὶδ ἐν ἄλῳ Φρνὰ τοῦ Ἰεβουσαίου.
καὶ ἤρξατο οἰκοδομὴ ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.
Καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα, καὶ εὗρος πήχεων εἴκοσι.
καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτος τοῦ οἴκου πήχεων εἴκοσι, καὶ ὕψος πήχεαων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.
καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις, καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ, καὶ ἔγλυψεν ἐπʼ αὐτοῦ φοίνικας καὶ χαλαστά.
καὶ ἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν, καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουάιμ,
καὶ ἐχρύσωσεν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ, καὶ ἔγλυψεν χερουβεὶν ἐπὶ τῶν τοίχων.
καὶ ἐποίησεν τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσαοπον, πλάτος πήχεων εἴκοσι, καὶ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἐχρύσαοσεναὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβεὶν εἰς τάλαντα ἑξακόσια.
καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου· καὶ τὸ ὑπερῷον ἐχρύσωσεν χρυσίῳ.
καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβεὶν δύο, ἔργον ἐκ ξύλων, καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.
καὶ αἱ πτέρυγες τῶν χερουβεὶν τὸ μῆκος πήχεων εἵκοσι, [*](A) [*](16 συ ὀξεῖς] συναξεις A 17 εξακοσιοι] pr και A 18 επι] inter ε et π ins ργοδιωκτας| ε Bᵃᵇ(ᵐᵍᵍ) pr τους (του A τους A¹) εργοδιωκτας A III 1 Αμορια A 2 οικοδομη B* b(vid) οικοδομησαι Bᵃ (σαι in mg) A 3 ras η διαμετρησις η πρωιη πηχεων A? 4 πλατους Avid | καi υψος πηχεsων εικοσ|ι και κατ|ε sup ras et in mgg A (om και υψος πηχεων A* vid) | αυτον] αυτο A | χρυσιω καθαρω (καθ. sup ras ut vid) εσωθεν A 5 εγλυψεν επ αυτου] ν επ αυ sup ras B? 6 χρυσιου] χρυσου A 8 μηκος 2⁰] ευρος A | εχρυσωσεν] κατεχρυσωσεν A | αυτον] αυτο A 9 εχρυσωσεν] + εν A 10 χερουβειμ Α vid 11 κερουβειμ (1°) A)
καὶ αἱπτέρυγες τῶν χερουβεὶν διαπεπετασμέναι πήχεων εἴκοσι, καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσαωπα αὐτῶν εἰς τὸν οἶκον.
καὶ ἐποίησεν τὸ καταπέτασμα ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου, καὶ ὕφανεν ἐν αὐτῷ χερουβείν.
καὶ ἐποίησεν ἔμπροσθεν τοῦ τοίχου στύλους δύο, πήχεων τριάκοντα πέντε τὸ ὕψος, καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.
καὶ ἐποίησεν σερσερὼθ ἐν τῷ δαβεὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, καὶ ἐποίησεν ῥοίσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν.
καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμαων, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις, καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.