Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Εἴκοσι πέντε ἐτῶν Ἰωαθὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσσὰ θυγάτηρ Σαδώρ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ, ἀλλʼ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.

αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἵκου Κυρίου τὴν ὑψηλήν, καὶ ἐν τείχει αὐτοῦ Ὄπ λα ᾠκοδόμησεν πολλά· καὶ πόλεις ᾠκοδόμησεν

ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.

αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπʼ αὐτόν· καὶ ἐδίδουν αὐτῷ κατʼ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Ἀμμὼν κατʼ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.

καὶ κατίσχυσεν Ἰωαθάμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι Κυρίου εοῦ αὐτοῦ.

καὶ οἱ λοιποὶ λόγοι Ἰωαθὰμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀχὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.