Paralipomenon II sive Chronicon II
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασείας βασιλεὺς Ἰούδα ἐν Βαιθσάμυς ἥ ἐστιν τοῦ Ἰούδα.
καὶ ἐτροπώθη Ἰούδας [*](A) [*](11 αυτου] εαυτου A 12 κατεκρημνισεν A | κρου B (ακρ. Bᵃᵇ) 16 υιοι] pr οι A | om και 2⁰ A | Σαμαριας A | επαταξαν A 14 Ἀμασιαν BᵇA | παταξαντα A | αυτω] εαυτω A | om εστησεν 2⁰ A | προσεκυνει A | αυτος αυ- τοις Bᵃᵇ] αυτος αυτω B* αυτοις αυτος A 15 Ἀμασιαν Bᵇ Ἀμεσιαν A | ειπον A | om οι A* (hab superscr Aᵃ?) | ουτων] εαυτων A 17 Ἀμασειας] + και απεστειλεν προς Ιωας υιον Ιωαχαζ | υιου Ιηου· βασιλεα Ισλ¹· λεγων δευρο οφθωμεν προσωποις·| A 18 om προς 1⁰ A | ο χοζει] ο οχοζ ο A | post Λιβανω 1⁰ ras pl lilt A 20 χειρας] ας sup ras 3 litt A?vid)
καὶ [*](B) τὸν Ἀμάσειαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς, καὶ εἰσήγαγεν αὐτοὺς εἰς Ἰερουσαλήμ, καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἰερουσαλὴμ ἀπὸ πύλης Ἐφράιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις.
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἵκῳ Κυρίου καὶ παρὰ τῷ Ἰαβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
Καὶ ἔζησεν Ἀμασείας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωὰς βασιλέα Ἰσραὴλ ἔτη δέκα πέντε.
καὶ οἱ λοιποὶ λόγοι Ἀμασείου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου Ἰούδα καὶ Ἰσραήλ;
καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Ἀμασείας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἰερουσαλὴμ εἰς Λαχείς· καὶ ἀπέστειλεν κατόπισθεν αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ.