Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ, καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως· καὶ ἔλεγεν

  • Ἐξομολογεῖσθε τῷ κυρίῳ.
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • [*](A) [*](10 εξωλοθρευσαν B? 11 ημας 1⁰] υμας A | απο] εκ A 12 ισχυςημιν A Ἰουδας A | εναντιο A 14 Οζιηλ A | των υιων 1⁰] Βαναιου των] υιων A | Bλεαηλ] Ελεηλ A | Ματθανιου A |λευιτου A 15 Ἰοδας A* vid 16 om ποταμοῦ A 17 ιδου] Ιουδα A | μh πτοηθητε μηδὲ φοβήθητε] μη φοβεισθαι· μηδε' πτοηθηlτε A |μηδὲ] μη Bᵇ | αυτον] αυριον BᵃᵇA |om αυτοις A 18 αυ- του] εαυτου A | Ιερουσαλημ] pr εν A | επεσον A | εναντιον A 19 Λευιται A | θεω] pr τω A 20 πρωι] pr το A | εβοησεν] καο ειπεν A | εμπιστ.ter Βα?β A| om εν 3⁰ A 21 om και αινειν...εξομολογεισθε A | ελεγεν B*] ελεγον Bᵃ?b)

    93

    καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως [*](B) ἔδωκεν Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰουδά, καὶ ἐτροπώθησαν.

    καὶ ἀπέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολεθρεῦσαι καὶ ἐκτρίψαι· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.

    καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου, καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος· καὶ ἰδοὺ πάντες νεκροὶ πεπταωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος.

    καὶ ἦλθεν Ἰωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν, καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητά, καὶ ἐσκύλευσεν ἐυ αὐτοῖς· καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.

    καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης.

    καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ἰούδα εἰς Ἰερουσαλὴμ καὶ Ἰωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφραινεν οὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν.

    καὶ εἰσῆλθον ἐν Ἰερουσαλὴμ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου.

    καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν Κύριος πρὸς τοὺς ὑπεναντίους Ἰσραήλ.

    καὶ εἰρήνευσεν ἡ βασιλεία Ἰωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν.

    Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰουδά, ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἵκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σολει

    καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσά, καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου.

    ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς Κύριον θεὸν τῶν πατέρων αὐτοῦ.

    καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰησοῦ τοῦ Ἀνανεί, ὅς κατέγραψεν βιβλίου βασιλέως Ἰσραήλ.

    Καὶ [*](22 εναρξασθαι A 22 23 τους εξελθοντας....ορος Σηειρ in mgg inf et A sup Aa 22 Ἰουδαν Aᵃ 23 ανεστησαν A | εξολοθρευσαι B? | εξολεθρευ- θηναι A 25 εσκυλευσαν A | εν αυτοις] εαυτοις A | εγενοντο] εγενετο A 26 om εγενετο A 27 μεγαλη] seq ras 1 lit forte ς in A | ευφραινεν Bᵃᵇ (ευφρενεν B*)] ηυφραινεν A 28 εισηλθον B*A] εισηλθεν Bᵃᵇ | εν 1⁰] εις A | om εν 3⁶ A 29 πεπολεlμησεν A 31 Ἰουδαν A | om πεντε 1⁰ A 32 om εν A | om και 2⁰ A 33 κατευθυνεν] κατʼ ευθυ Bᵇ | αυτου] εαυτων A 34 Ἰησου] Ἰηου A | Ανανι A | βιβλιου] βιβλιον BᵃᵇA)

    94
    [*](B) μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ πρὸς Ὀχοζείαν βασιλέα Ἰσραήλ, καὶ οὗτος ἠνόμησεν

    ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς θαρσείς· καὶ ἐποίησεν πλοῖα ἐν Γασιὼν Γάβερ.

    καὶ ἐπροφήτευσεν Ἐλειαδὰ ὁ τοῦ Ὠδειὰ ἀπὸ Μαρείσης ἐπὶ Ἰωσαφὰτ λέγων Ὡς ἐφιλίασας τῷ χοζεία, ἔθραυσεν Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς bαρσείς.