Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀκὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. ἐν ταῖς ἡμέραις Ἀκὰ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δέκα.

καὶ ἐποίηκεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου θεοῦ αὐτοῦ.

καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλά, καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση,

καὶ εἶπεν τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς.

καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσεν.

πόλεις τειχήρεις ἐν γῆ Ἰούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐυ τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ Κύριος.

καὶ εἶπεν τῷ Ἰούδᾳ Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας, καὶ ποιήσαομεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐνώπιον τῆς γῆς κυριεύσομεν· ὅτι καθὼς ἐζητήσαμεν Κύριον θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς, καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν.

καὶ ἐγένετο τῷ Ἀκὰ δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες, καὶ ἐν γῇ Βενιαμεὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.

καὶ ἐξῆλθεν ἐπʼ αὐτοὺς Ζάρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλιάσιν καὶ ἄρμασιν τρίακοσίοις, καὶ ἦλθεν ἕως Μαρισήλ.

καὶ ἐξῆλθεν Ἀκὰ εἰς συνάντησιν αὐτῷ, καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρείσης.

καὶ ἐβόησεν Ἀκὰ πρὸς Κύριον θεὸν αὐτοῦ καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποί θαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σέ ἄνθρωπος.

[*](21 τεσσαρει A 22 Αδδω A XIV 2 θεου] pr του A | αυτου] A εαυτοῦ A 4 τον κυριον θεον] κυ τον θῡ A | ουτων] εαυτων A 7 ενωπιον] εν ω A | κυριευομεν A | ευωδωσεν Bᵃᵇ 8 om και A | παντες] πεντες A 9 ο Αιθιοψ] om ο A | χιλιασιν] χειλιαισιν B* χιλιασι Bᵇ χιλιαις χιλιασιν A | και ηλθε| και ηλθεν A | Μαρισηλ] Μαρησα A 10 Μαρεισης] Μαρησα A 11 ουκ αδυνατει] ου δυνατει A | πεποιθαμεν] αμ sup ras Aᵇ | ηλθομεν A)
84
[*](B)

καὶ ἐπάταξεν Κύριος τοὺς Ἀἰθίυοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίπες,

καὶ κατεδίωξεν Ἀκὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά.

καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτοῦ, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·

καί γε σκηνὰς κτήσεων, τοὺς Ἀμαζονεῖς, ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλήμ.