Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυεὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.

καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν.

κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατʼ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.

καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·

ὅτὶ ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευεῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν·

ὅτι [*](§U+05D0) ἐπʼ αὐτοὺς φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν.

καὶ ἐξ αὐτῶν καθτσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάταον.

καὶ ἀπὸ τῶν υἱῶν τῶυ ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρῶματα.

καὶ Ματταθίας ἐκ τῶν Λευειτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορείτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.

καὶ Βαναίας ὁ Κααθείτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.

καὶ οὗτοι ψαλτῳδοί, ἄρχοντες τῶν πατριῶν τῶν Λευειτῶν, διατεταγμέναι ἐφημερίαι· ὅτι ἡμέρα καὶ νὺξ ἐπʼ αὐτοῖς ἐν τοῖς ἔργοις.

ὗτοι ἄρχοντες τῶν πατριόν, κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατοίκησαν ἐν Ἰερουσαλήμ.

Καὶ ἐν Γαβαὼν κατώκησεν πατὴρ Γαβαωνεὶ Ἴηι, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά·

[*](U+05D0A)[*](19 Κοριται A | παρεμβολῆς] + |κυ A 20 εμπροσθεν] + κυ A 21 Μα- σαλαμι]| Μοσολλαμ A 22 om καί 1⁰ A 26 οἱ υιοι] om οἱ A 24 τεσ- σαρες A | κατ] κατα A¹ 26 Λευιται A 27 om πρωί 2⁰ | ανυγειν U+05D0 28 εισοισουσιν] + αυτα| και εν αριθμω· εξοισουσιν αυτα· A 29 καθεστομενοι B | σκευή 2⁰] pr τα U+05D0A | om του ελαιου U+05D0 (hab U+05D0ᵃ⁽ᵐᵍ) 31 Ματταθίας B* (γΜαττθιας BFᵛⁱᵈ) | Ἀευιτων A | Κορειτης B Κοριτη A 22 Βαναίας U+05D0A | Κααθιτης A | om κατα σαββατον U+05D0 (hab U+05D0ᵃ) 35 λευιτῶν U+05D0Α | διατε- ταγμένοι U+05D0ᵃ (om οι U+05D0) | εφημερια U+05D0 34 πατρίων] +των Λευιτων A | αρχοντες 2⁰] αιχοντες A pr καί U+05D0 | κατωκησαν A | Ιεηλημ U+05D0 35 κατωκησαν U+05D0 | Ἴηι] Ιεηλ U+05D0 Ιειηλ A | γυναικὸς] pr της U+05D0)
23

καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Σαβαδών, καὶ Ἰσεὶρ καὶ Κεὶς καὶ Βάαλ καὶ [*](B) Νὴρ καὶ Ναδάβ

καὶ Ἰεδοὺρ καὶ ἀδελφὸς καὶ Ζαχαριὰ καὶ Μακελλώθ.

καὶ Μακελλὼθ ἐγέννησεν τὸν Σαμαά· καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελ. φῶν αὐτῶν κατῷκησαν ἐν Ἰερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεισοῦε καὶ τὸν Ἀμειναδὰβ καὶτὸν Ἰεβάαλ.

καὶ υἱὸς Ἰωναθὰν Μαρειβάαλ· καὶ Μαρειβάαλ ἐγέννησεν τὸν Μειχά.