Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα, Ἢρ πατὴρ Ληχά. πατὴρ Μαιχά· καὶ γενέσεις οἰκιῶν ἐφρὰθ ἀβὰκ τῷ οἴκῳ Ἐσοβά·

καὶ Ἰωακεὶμ καὶ ἄνδρες Σωχηθὰ Ἰωαδὰ καὶ Σαιά, οἳ κατῴκησαν [*](Α) [*](9 Ιγαβης 2⁰] Ιαγβης A 10 Ιγαβης] Γαιης A | ποιησεις A | om μη B* (hab Bᵃᵇ |superscr) A 11 Ασχας A 12 εγεννησεν] pr και Ασσαθων A | Βαθραιαν] Βαlθρεφα A | Bεσσηε] Φεσση A | Θαιμαν] Θανα A | πιλεως A] πο- κεως B | Εσελωμ A | Χενεζει]) Κενεζh A | Ρηχαβ| Ρηφα A 14 Μαναθι A Γοφορα A | Σαρια A | Ιωαβ A | λγεαδδαειρ| γης Ραοειμ A 15 υιοι] υιου B | Ηρα A | Αδαι] Αλα A | Νααμ A | Αδα] Αλα A 16 υιοι A | αυτου. Ιεσεραηλ] Ιαλλεληλ (λ 2⁰ sup ras Aᵃ? Ιαλλελημ A*ᵛiⁱᵈ) Ζιφαι κ. Ζαιφα·| κ. Θηρια κ. Εσεραηλ A 17 υιοι Eσρει Ιεθερει] υιοι | Εζρι Ιεθερ· A (sic) Πωραδ] Μωραδ A | Αφερ Γαφερ A | Αμων] Ιαλων A | Σεμεν] Σεμμαι A | Μαρεθ]| Ιεσαβα A | Εσθεμων A 18 Αδεια] Ιδια A | Αβεισα] Αβερ· A | Χετιηλ] Ιεκθιιηλ A*(improb) ι 3⁰ A?) | Γελια] Βεθθια A | Νωρωηλ] Μωρηδ·| A 19 Ιδουιας] Ιουδαιας A | Ναχεθ] Ναχεμ A | Δαλειλα] Δανα A | Σεμεγων] Σω- μειων A | Ιωμαν A | Μαναημ]| υιοι Ναημ A | Αταμει] ο Ταρμι A | Ιεσθεμωη A | Νωχαθει] Μαχαθα A 20 Σεμειων A | Ανα] Ραννων A | Φανα] Αναν A | Ινων] Θιλων A | Σεει]| Ες A | Ζωαν] Ζωχαθ A | Ζωαβ| Ζωχαθ A 21 Λη χαδ A | Μαδαθ] Ααδα A | Μαιχα] Μαρησα A | εφραθ αβακ] εβδαθ αβιους A 22 Σωχηθα] Χωζηβα A | Ιωαδα] και Ιωας A | Σαια] Σαραφ A)

9
ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἁβεδηρεὶν ἀθουκιείν.

οὗτοι κεραμεῖς [*](Β) οἱ κατοικοῦντες ἐν Ἀζαεὶμ καὶ Γαβαηρὰ μετὰ τοῦ βασιλέως ἐυ τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.

Υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμείν, Ἰαρείν, Ζάρες, Σαούλ·

Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ,

Σεμεεὶ υἱὸς αὐτοῦ.

τῷ Σεμεεὶ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα.

καὶ κατῴκησαν ἐν Βηρσάβεε καὶ Σάμα καὶ Μωαλδὰ καὶ Ἐσηρεουλάβ·

Ἀβελλὰ καὶ Βοόσαλ καὶ Θουλάεμ

καὶ Βαθοὺν καὶ Ἐρμὰ καὶ Ὠκλὰ

καὶ Βαιθμαρειμὼθ καὶ Ἡμισυσεσορὰμ καὶ οἶκον Βραουμσεωρείμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυείδ.

καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ῥεμμὼν καὶ Θόκκα καὶ Αἰσάρ, πόλεις πέντε.

καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάλατ· αὕτη κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν.

καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσειὰ υἱὸς Ἀμασειὰ

καὶ Ἰωήλ· καὶ οὗτος υἱὸς Ἰσαβιὰ υἱὸς Σαρααὺ υἱὸς Ἀσιήλ·

καὶ Ἐλιωναὶ καὶ Ἰωκάβα καὶ Ἰασουιὰ καὶ Ἀσιὰ υἱοὶ Ἀωσὰλ υἱοῦ Σαφὰλ

υἱοῦ Ἀμὼν υἱοῦ διὰ υἱοῦ Σαμὰρ υἱοῦ Συμεών.

οὗτοι οἱ διελόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος.

Καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαί, τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν.

καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς· καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν, καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶυ Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.