Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ·

καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθαμὰρ υἱοὶ Ἀαρών·

καὶ διεῖλεν αὐτοὺς Δαυείδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχειμέλεχ ἐκ τῶν υἱῶν Ἰθαμάρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.

καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθαμάρ· καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἔξ καὶ δέκα, τοῖς υἱοῖς Ἀαρὼν Ἰθαμὰρ κατʼ οἴκους πατριῶν.

καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεαζὰρ καὶ ἐν τοῖς υἱοῖς Ἰθαμάρ.

καὶ ἔγραψεν αὐτοὺς Σαμαίας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευεὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεύς, καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν· οἵκου πατριᾶς εἰς εἰς τῷ Ἐλεάζαρ καὶ εἶς εἰς τῷ Ἰθαμάρ.

καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰαρείμ, τῷ Ἀναιδειὰ ὁ δεύτερος,

τῷ Καρὴβ ὁ τρίτος, τῷ Σεωρεὶμ ὁ τέταρτος,

τῷ Μελχειὰ ὁ πέμπτος, τῷ Βενιαμεὶν ὁ ἕκτος,

τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβιὰ ὁ ὄγδοος,

τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Ἰσχανιὰ ὁ δέκατος.

τῷ Ἐλιαβιεὶ ὁ ἑνδέκατος, τῷ Ἰακεὶμ ὁ δωδέκατος,

τῷ Οχχοφφὰ ὁ τρισκαιδέκατος, τῷ Γελβὰ ὁ τεσσαρεσκαιδέκατος,

τῷ Ἐμμὴρ ὁ πεντεκαιδέκατος, τῷ Κηζεὶν ὁ ἑκκαιδέκατος,

τῷ Ἀφεσὴ ὁ ἑπτακαιδέκατος, τῷ [*](29 μετοον] in μ ras aliq B? XXIV 1 τοις υιοις A | διαιρεσει Ναδαβ και] A διαιρεσεις (sic) υιοι Ααρων Ναδαβ και sup ras et in mg A 3 διειδεν A | Αχιμελεκ A 4 οι υιοι] om οι A | εξ και δεκα] εκκαιδεκα A | τοις υιοις 2⁰] pr και A | om Aαρων A | πατριων 2⁰] + οκτω A 6 Σαμαιας A Λευι A (item 20) | ο ιερευς] του ιερεως A | Αχιμελεχ A | υιος 2⁰] υιοι A (υιου A?) | λευιτων A 7 ο κληρος] ολοκληρος A | Ιαρειμ| Ιαρειβ A | Αναιδεια] Ιδεια A 8 Καρηβ] Χαρημ A | τω Σεωρειμ] του Σεωριν A 9 Μελχια A | Bενιαμειν] Μειαμειν A 10 Κως] Ακκως A | ογδος A 11 Ισχανια] Σεκενια A 12 Bλιαβιει] Bλιασεβ A | Ιακειμ| Bλιακειμ A 13 Οχχοφφα] Οφηφα A | Γελβα] Ισβααλ A 14 Εμμηρ| Βελγα A πεμπτεκαιδ. B* (πεντεκαιδ. Bᵃᵇ) | Κηζειν] δμμηρ A 15 Αφεση] Ιεζειρ A)

50
[*](B) Φεταιὰ ὁ ὀκτωκαιδέκατος,

τῷ Ἐζεκὴλ ὁ ἐννεακαιδέκατος, τῷ Ἀχεὶμ ὁ εἰκοστός,

τῷ Γαμοὺλ ὁ εἰς καὶ εἰκοστός, τῷ Ἀδαλλαὶ ὁ δεύτερος καὶ εἰκοστός,

τῷ Μαασαὶ ὁ τρίτος καὶ εἰκοστός.

αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ θεὸς Ἰσραήλ.

Καὶ τοῖς υἱοῖς Λευεὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Ἰωβαήλ, Ιασειά·