Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καἰ ἐβασίλευσεν Ἁνὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ εἶπεν Δαυείδ ἰοιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ἀνάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυεὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυεὶδ εἰς γῆν υἱῶν Ἀμμων τοῦ παρακαλέσαι αὐτόν.

καὶ εἶπον ἄρχοντες Ἄμμὼν πρὸς Ἁνάν Μὴ δοξάζων τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακα οὐχ ὅπως ἐξεραυνήσαωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἥλθον παῖδες αὐτοῦ πρὸς σέ;

καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν αὐτούς, καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς, καὶ ἀπέστειλεν αὐτούς.

καὶ ἥλθον ἀπαγγεῖλαι τῷ Δαυεὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἀνακάμψατε.

καὶ εἶδον οἱ υἱοὶ Ἄμμων ὅτι ᾐσχύνθη λαὸς Δαυείδ· καὶ ἀπέστειλεν Ἀνὰν καὶ οἱ υἱοὶ Ἄμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰλ ἄρματα καὶ ἱππεῖς.

καὶ ἐμισθώσαντο ἑαυτοῖς ἄρματα καὶ ἱππεῖς, δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων, καὶ τὸν βασιλέα Μωχὰ κπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἥλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά· καὶ οἱ υἱοὶ Ἀμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἥλθον εἰς [*](14 τω παντί] παντί τω U+05D0 15 Σαρουιας A | στρατιας U+05D0A | Αχεια] U+05D0Α Αχιλουδ A | υπομνηματογρ.] pr ο A 16 Αχιτωβ U+05D0A | Αχιμελεχ A | Αβιεαθερ U+05D0* (Αβιαθαρ U+05D01) | Ιησους] Σους U+05D0 Σουσα A | γραμματευς] pr ο U+05D0 17 Βανεας U+05D0 | των ιερεων] του Κερηθι A | Φαλτια U+05D0 του Φαλεθθι A XIX 1 βασιλευς] pr Ναας A | Ανναν U+05D0 | ς αυτου| αντ αυτου sup ras A¹ 2 Ανας] Ναας U+05D0A | Αμμαν U+05D0 3 αρχοντες] pr οι A | δοξαζων] Δαδ A om εναντιον σου U+05D0 | οπως] ουτως A | εξεραυνησωσιν (εξερευν. Bᵃᵇ)] εραυνη- σουσιν A 4 Αννᾱl U+05D0 5 Δαυειδ] pr βασιλει U+05D0 | διεριχω U+05D0 Ιεριχω BᵇA | εως] pr και U+05D0 6 ιδον | οι υιοι 10 (υ sup ras Aa)] om οι U+05D0Α | εαυτοις] αυτοις U+05D0 αυτους A | Μοοχα] Μαχα A | παρα Σωβαλ] παρα Σωβα U+05D0 εκ Σουβα A 7 εαυτοις] αυτοις U+05D0 | om αρματα και ιππεῖς A | Μαιδαβα] Βαι- δαβα Μ του Μηδαβα A | οι υιοι] om οι A)

42
[*](B) τὸ πολεμῆσαι.

καὶ ἤκουσεν Δαυείδ, καὶ ἀπέστειλεν τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατείαν τῶν δυνατῶν.

καὶ ἐξῆλθον οἱ υἱοὶ Ἄμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως· καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθʼ αυτοὺς ἐν τῷ πεδίῳ·

καὶ εἶδεν Ἰοὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν· καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου.

καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμων.

καὶ εἶπεν Ἐὰν κρατήκῃ ὑπέρ ἐμέ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπέρ σέ, καὶ σώσαω σε.

καὶ Κύριος τὸ ἀγαθὸν ποιήσει.

καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετʼ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπʼ αὐτοῦ.

καὶ οἱ υἱοὶ Ἀμμῶν εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἰωὰβ καὶ ἀπὸ προσώπου ἀδελφοῦ αὐτοῦ, καὶ ἥλθον εἰς τὴν πόλιν· καὶ ἤλθεν Ἰωὰβ εἰς Ἰερουσαλήμ.

καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλαν ἀγγέλους· καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰρ ἀρχιστράτηγος δυνάμεως Ἀδραάζαρ ἔμπροσθεν αὐτῶν.

καὶ ἀπηγγελη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἥλθεν ἐπʼ αὐτοὺς καὶ παρετάξατο ἐπʼ αὐτούς· καὶ [*](¶U+05D0) παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν.

καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.

καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.