Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ²¹οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτούς,
  • καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
  • 22Μὴ ἅψησθε τῶν χριστῶν μου·
  • ἐν τοῖς προφηταις μου μὴ πονηρεύεσθε.
  • ²³ἄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ,
  • ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
  • 25ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
  • φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.
  • 26ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα,
  • καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν.
  • 27δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ,
  • ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.
  • [*](U+05D0A)[*](10 om αινειτε U+05D0* (superscr U+05D0c.a) 12 μνημονευεται μνημονευσατε A 14 Κυριος] pr αυτος A 15 μνημονευομεν] μνημονευων A 16 Ισακ U+05D0 18 υμῶν] ημων U+05D0 19 γενεσθαι] λεγεσθαι A | ως] εως A 21 περι] υπερ A | βασιλις U+05D0 22 εν] om U+05D0 pr και A 23 ημεραν] ημερας U+05D0 | σωτηριαν] το σωτηριον U+05D0A 27 τοπω] pr τω A)
    37

  • 28δότε τῷ κυρίῳ πατρὶ τῶν ἐθνῶν,
  • [*](B)
  • δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν,
  • 29λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ,
  • καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.
  • 30φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ,
  • κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω.
  • ³¹εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ,
  • καὶ εἰπάτωσαν ἐυ τοῖς ἔθνεσιν Κύριος βασιλεύων.
  • ³²ββοββήσει ἡ θάλασσα σὺν τῷ πληρώματι·
  • ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ.
  • ³³τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου,
  • ὅτι ἥλθεν κρῖναι τὴν γῆν.
  • 34ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • 35καὶ εἶπατε Ἔσωσεν ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν·
  • καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν,
  • τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιὸν σου
  • καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου.
  • 36εὐλογημένος Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος.
  • καὶ ἐρεῖ πᾶς ὁ λαός Ἀμήν.
  • Καὶ ἤνεσαν τῷ κυρίῳ.
  • Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν.

    καὶ Ἀβδοδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ· καὶ Ἀβδοδὸμ υἱὸς Ἰδειθὼν καὶ Ὁσσὰ εἰς πυλωρούς·

    καὶ τὸν Σαδὸκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαών,

    τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πραωὶ καὶ τὸ ἑσπέρας, καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφʼ υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ.

    καὶ μετʼ αὐτοῦ [*](28 πατρι] αι πατριαι A | ισχυν] + δοτε τω κω δοξαν ονοματος αυτου· A U+05D0A 29 προσωπον] pr το U+05D0 | Κυριω] pr τω A 80 κατορθωθητω] pr και U+05D0* (om U+05D0?) 31 ο bis scr U+05D0* (om 10 Νc.a) | βασιλευων] εβασιλευσεν A 32 βοββησει] βομβησει BᵃU+05D0(βομβησι) βοησει A | η θαλασσα] om η A | ξξυλον] pr και U+05D0A 34 εξομολογεισθαι U+05D0A 35 εσωσεν] σωσον A | της σωτη- ριας BU+05D0c.a mg A] ο σωτηρ U+05D0* 36 αιωνος] +και εως του αιωνος A 37 κατε- λιπον] κατελειπεν A | εναντιον A 38 Ιδεθων U+05D0 Ιδιθουμ A | Οσσα] Οσα U+05D0 Ωσηε A 39 της σκηνης] om της U+05D0 40 ενετειλατο BU+05D0c.amg A] εγενετο U+05D0* | υιοις] υιους A 41 αυτου 10] ουτων U+05D0)

    38
    [*](B) Αἱμὰν καὶ Ἰδειθὼν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπʼ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·